2
οὔτε δὴ τούτους περιοπτέον οὕτως ἀσθενῶς ἔχοντας οὔτʼ αὖ πάλιν ἐκείνην ἐπαινετέον τὴν ἄτρεπτον καὶ ἀτενῆ διάθεσιν, ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμανὲς ἐμμανὲς - ὀρούσαι p. 446 b: ἐμμενὲς - ὀροῦσαι ὅππη ὀρούσαι φαίνετʼ Ἀναξάρχου κύνεον μένος· ἀλλʼ ἐμμελῆ τινα μηχανητέον σύγκρασιν ἀμφοῖν, τοῦ μὲν ἀτενοῦς ἄγαν τὴν ἀναίδειαν τοῦ δʼ ἐπιεικοῦς σφόδρα τὴν ἀσθένειαν ἀφαιροῦσαν. ᾗ καὶ τὸ θεράπευμα δυσχερὲς καὶ οὐκ ἀκίνδυνος ἡ τῶν τοιούτων πλεονασμῶν κόλουσις· ὡς γὰρ ὁ γεωργὸς ἄγριον μὲν ἐκκόπτων βλάστημα καὶ ἀγεννές, αὐτόθεν ἀφειδῶς ἐμβαλὼν τὸ σκαφεῖον ἀνέτρεψε τὴν ῥίζαν ἢ πῦρ προσαγαγὼν ἐπέκαυσεν ἀμπέλῳ δὲ προσιὼν τομῆς δεομένῃ καὶ μηλέας ἤ τινος ἐλαίας ἁπτόμενος, εὐλαβῶς ἐπιφέρει τὴν χεῖρα, δεδιὼς μή τι τοῦ ὑγιαίνοντος ἀποτυφλώσῃ· οὕτως ὁ φιλόσοφος φθόνον μὲν ἐξαιρῶν νέου ψυχῆς, ἀγεννὲς βλάστημα καὶ δυστιθάσευτον, ἢ φιλαργυρίαν ἄωρον, ἢ φιληδονίαν ἐπικόπτων ἀκόλαστον αἱμάσσει καὶ πιέζει καὶ τομὴν ποιεῖ καὶ οὐλὴν βαθεῖαν ὅταν δὲ τρυφερῷ μέρει ψυχῆς καὶ ἁπαλῷ κολούοντα προσαγάγῃ λόγον, οἷόν ἐστι τὸ δυσωπούμενον καὶ διατρεπόμενον, εὐλαβεῖται μὴ λάθῃ τούτοις συναποκόψας τὸ αἰδούμενον. καὶ γὰρ αἱ τίτθαι τῶν βρεφῶν ἐκτρίβουσαι πολλάκις τὸν ῥύπον ἑλκοῦσιν ἐνίοτε τὴν σάρκα καὶ βασανίζουσιν. ὅθεν οὐ δεῖ τῶν νέων παντάπασιν ἐν χρῷ τὴν δυσωπίαν ἐκτρίβοντας ὀλιγώρους ποιεῖν καὶ λίαν ἀτρέπτους· ἀλλʼ ὥσπερ οἱ καταλύοντες οἰκίας ἱεροῖς γειτνιώσας τά γε συνεχῆ καὶ πλησίον ἐῶσι καὶ διερείδουσιν, οὕτω δεῖ τὴν δυσωπίαν κινεῖν δεδιότας συνεφελκύσασθαι τὰ ὁμοροῦντα τῆς αἰδοῦς καὶ τῆς ἐπιεικείας; καὶ τῆς ἡμερότητος, οἷς ὑποδέδυκε καὶ προσπλέκεται κολακεύουσα τὸν εὐδυσώπητον ὡς φιλάνθρωπον καὶ πολιτικὸν καὶ κοινὸν ἔχοντα νοῦν καὶ οὐκ ἄτεγκτον οὐδʼ αὐθέκαστον. ὅθεν εὐθὺς οἱ Στωικοὶ καὶ τῷ ῥήματι τὸ αἰσχύνεσθαι καὶ δυσωπεῖσθαι τοῦ αἰδεῖσθαι διέστησαν, ἵνα μηδὲ τὴν ὁμωνυμίαν τῷ πάθει πρόφασιν τοῦ βλάπτειν ἀπολίπωσιν. ἀλλʼ ἡμῖν χρῆσθαι τοῖς ὀνόμασιν ἀσυκοφαντήτως δότωσαν, μᾶλλον δʼ Ὁμηρικῶς· καὶ γὰρ ἐκεῖνος εἶπεν αἰδώς, αἰδώς] αἰδώς ι γίγνεται ἥτ’ ἄνδρας cett. Homerus ἣτʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι·Hom. Ω 45 καὶ οὐ κακῶς τὸ βλάπτον αὐτῆς πρότερον εἶπε. γίγνεται γὰρ ὠφέλιμος ὑπὸ λόγου τὸ πλεονάζον ἀφελόντος καὶ τὸ μέτριον ἀπολιπόντος.