Thesauros Edebiyat biography Περὶ εἱμαρμένης

Περὶ εἱμαρμένης

Περὶ εἱμαρμένης Plutarch
6 τούτων δʼ οὕτως ἐχόντων, ἑξῆς ῥητέον, ὡς τὸ γʼ ἐφʼ ἡμῖν καὶ ἡ τύχη τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον καὶ τὰ τούτων συγγενῆ ταχθέντα ἐν τοῖς προηγουμένοις αὐτά αὐτά W: ταῦτα τε σῴζοιτʼ ἂν καὶ τὴν εἱμαρμένην σῴζοι. ἡ μὲν γὰρ εἱμαρμένη πάντα περιέχει καθάπερ καὶ δοκεῖ· τὰ δʼ οὐκ ἐξ ἀνάγκης γενήσεται, ἀλλʼ ἕκαστον αὐτῶν οἷον καὶ πέφυκεν εἶναι. πέφυκε δὲ τὸ δυνατὸν ὡς γένος προϋφεστάναι τοῦ ἐνδεχομένου· τὸ δʼ ἐνδεχόμενον ὡς ὕλη τῶν ἐφʼ ἡμῖν προϋποκεῖσθαι· τὸ δʼ ἐφʼ ἡμῖν ὡς κύριον χρῆσθαι τῷ ἐνδεχομένῳ· ἡ δὲ τύχη παρεμπίπτει τῷ ἐφʼ ἡμῖν διὰ τὴν ἐφʼ ἑκάτερα ῥοπὴν τοῦ ἐνδεχομένου. μάθοις δʼ ἂν τὸ λεγόμενον σαφῶς ἐννοήσας, ὡς τὸ γιγνόμενον ἅπαν καὶ ἡ γένεσις αὐτὴ οὐ δίχα δυνάμεως, ἡ δὲ δύναμις οὐκ ἄνευ οὐσίας, οἷον ἀνθρώπου ἀνθρώπου X: lacuna 16 litt. in V² εἴτε γένεσις εἴτε γενητὸν οὐκ ἄνευ τῆς δυνάμεως, αὕτη δὲ περὶ ἄνθρωπον, οὐσία δʼ ὁ ἄνθρωπος. ἀπὸ δὲ τῆς δυνάμεως μεταξὺ οὔσης, ἡ μὲν οὐσία δυνάμενον, ἡ δὲ γένεσις καὶ τὸ γιγνόμενον ἄμφω δυνατά. τριῶν τοίνυν τούτων τούτων] τούτων ὄντων?, δυνάμεως καὶ δυναμένου καὶ δυνατοῦ, δυνάμεως μὲν ὡς τὸ εἶναι προϋπόκειται τὸ δυνάμενον, δυνατοῦ δʼ ἡ δύναμις προϋφίσταται. σαφὲς μὲν οὖν καὶ οὕτω τὸ δυνατόν· τύπῳ δʼ ἂν ἀφορισθείη κοινότερον μὲν τὸ κατὰ δύναμιν πεφυκὸς γίγνεσθαι, κυριώτερον δὲ ταὐτὸ τοῦτο, ὁπόταν μηδὲν ἔξωθεν ἔχῃ πρὸς τὸ γίγνεσθαι ἐμποδών. τῶν δὲ δυνατῶν τὰ μὲν οὐκ ἂν κωλυθείη ποτέ, ὥσπερ τὰ κατʼ οὐρανόν, ἀνατολαὶ καὶ δύσεις καὶ τὰ τούτοις παραπλήσια· τὰ δʼ οἷά τε κωλυθῆναί ἐστιν, ὡς πολλὰ μὲν τῶν ἀνθρωπίνων πολλὰ δὲ καὶ τῶν μεταρσίων. τὰ μὲν οὖν πρότερʼ ὡς ἐξ ἀνάγκης γιγνόμενʼ ἀναγκαῖα προσαγορεύεται, ἃ ἃ Duebnerus: τὰ δέ πως δέ πως *: δὲ πρὸς τοὐναντίον ἐπιδέχεται ἐνδεχόμενα. ἀφορίζοιτο δʼ ἂν καὶ ταῦτα· τὸ μὲν ἀναγκαῖον δυνατὸν τὸ ἀντικείμενον ἀδυνάτῳ, τὸ δʼ ἐνδεχόμενον δυνατόν, οὗ καὶ τὸ ἀντικείμενον δυνατόν. τὸ μὲν γάρ καταδῦναι τὸν ἣλιον ἀναγκαῖὸν θʼ ἅμα καὶ δυνατόν, ἀντίκειται δʼ δʼ * ἀδύνατον τὸ μὴ καταδῦναι· τὸ δὲ καταδύντος ἡλίου ὄμβρον γενέσθαι καὶ μὴ γενέσθαι, ἀμφότερα δυνατὰ καὶ ἐνδεχόμενα. πάλιν δὲ καὶ ἐπὶ τοῦ ἐνδεχομένου, τὸ μὲν ὡς ἐπὶ τὸ πολύ, τὸ δʼ ὡς ἐπʼ ἔλαττον, τὸ δʼ ὡς ἐπίσης καὶ ὁπότερον ἔτυχεν· τοῦτο μὲν φανερὸν ὡς αὐτὸ αὑτῷ ἀντιτέτακται, τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπʼ ἔλαττον ἀλλήλοις· καὶ ταῦτα μὲν ἐπὶ τῇ φύσει τὸ πλεῖστον, ἐφʼ ἡμῖν τε τε] malim δὲ τὸ ἐπίσης. τὸ μὲν γὰρ ὑπὸ κύνα καῦμʼ ἢ ψῦχος, ὧν ὧν ἑκάτερον ἐπὶ] τῶν ἑκατέρων ἐστὶ W τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ τὸ δʼ ὡς ἐπʼ ἔλαττον, τῇ φύσει ἄμφω ὑποτέτακται· τὸ· δὲ περιπατεῖν καὶ μὴ καὶ ὅσα τοιαῦτα, ὧν ἑκάτερον ἐπὶ τῇ ἀνθρωπίνῃ ὁρμῇ ὑποτέτακται, ὃ δὴ ἐφʼ ἡμῖν καὶ κατὰ προαίρεσιν λέγεται. γενικώτερον δὲ μᾶλλον τὸ ἐφʼ ἡμῖν· δύο γὰρ εἶναι εἶναι] ἔχει W εἴδη, τὸ τʼ ἐκ πάθους καὶ θυμοῦ ἢ ἐπιθυμίας, τὸ τʼ ἐξ ἐπιλογισμοῦ ἢ διανοίας, ὅπερ ἤδη κατὰ προαίρεσιν ἄν ἂν * τις εἴποι. ἔχει δὲ λόγον μὴ μὴ] ᾗ W τὸ δυνατὸν καὶ ἐνδεχόμενον τοῦτο, ὅπερ καθʼ ὁρμὴν καὶ ἐφʼ ἡμῖν εἴρηται, μὴ ταὐτὸ ταὐτὸ *: τὸ αὐτὸ κατʼ ἄλλο λέγεται. κατὰ μὲν γὰρ τὸ μᾶλλον δυνατόν τε καὶ ἐνδεχόμενον, κατὰ δὲ τὸ παρὸν ἐφʼ ἡμῖν τε καὶ καθʼ ὁρμήν. ἀφορίζοιτο δʼ ἂν ὧδε· τὸ μὲν ἐνδεχόμενον ὅπερ αὐτό τε καὶ τὸ ἀντικείμενον, τὸ δʼ ἐφʼ ἡμῖν θάτερον μέρος τοῦ ἐνδεχομένου τὸ κατὰ τὴν ἡμετέραν ὁρμὴν ἤδη γιγνόμενον. ὅτι μὲν οὖν τὸ δυνατὸν τοῦ ἐνδεχομένου πρότερον τῇ φύσει τὸ δʼ ἐνδεχόμενον τοῦ ἐφʼ ἡμῖν προϋφίσταται, καὶ οἷον αὐτῶν τυγχάνει ὂν ἕκαστον καὶ πόθεν ὀνομάζεται καὶ τά γε παρακείμενα αὐτοῖς, σχεδὸν εἴρηται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi