Thesauros Edebiyat biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
13 καὶ ὁ Θεόκριτος πρότερόν γʼ ἔφη τοὺς εἰσιόντας οἵτινές οἵτινες] εἴ τινες BE εἰσιν ἀποσκεψαμένοις, μᾶλλον δὲ τὸν ξένον ὃν ὃν * ἔοικεν ἡμῖν Ἐπαμεινώνδας ὁδὶ κομίζειν., ἀποβλέψαντες οὖν πρὸς τὰς θύρας, ἑωρῶμεν ἡγούμενον μὲν τὸν Ἐπαμεινώνδαν καὶ συνεστώτων συνεστώτων] σὺν αὐτῷ τῶν R. τῶν συνεστώτων W φίλων Ἰσμηνόδωρον καὶ Βακχυλίδαν καὶ Μέλισσον τὸν αὐλητήν, ἑπόμενον δὲ τὸν ξένον, οὐκ ἀγεννῆ τὸ εἶδος ἀλλὰ πραότητα καὶ φιλοφροσύνην τοῦ ἤθους ὑποφαίνοντα καὶ σεμνῶς ἀμπεχόμενον τὸ σῶμα καθίσαντος οὖν ἐκείνου μὲν αὐτοῦ παρὰ τὸν Σιμμίαν τοῦ δʼ ἀδελφοῦ παρʼ ἐμὲ τῶν δʼ ἄλλων ὡς ἕκαστος ἔτυχε καὶ γενομένης σιωπῆς, ὁ Σιμμίας τὸν ἀδελφὸν ἡμῶν καλέσας εἶεν εἶπεν ὦ Ἐπαμεινώνδα, τίνα χρὴ τὸν ξένον καὶ πῶς καὶ πόθεν προσαγορεύειν; ἀρχὴ γάρ τις ἐντυχίας καὶ γνώσεως αὕτη συνήθης. καὶ ὁ Ἐπαμεινώνδας Θεάνωρ εἶπεν ὦ Σιμμία, ὄνομα μὲν τἀνδρί, τἀνδρί *: τῷ ἀνδρί γένος δὲ Κροτωνιάτης τῶν ἐκεῖ φιλοσόφων οὐ καταισχύνων τὸ μέγα Πυθαγόρου κλέος· ἀλλὰ καὶ νῦν ἥκει δεῦρο μακρὰν ὁδὸν ἐξ Ἰταλίας ἔργοις καλοῖς καλὰ δόγματα βεβαιῶν. ὑπολαβὼν δʼ ὁ ξένος οὐκοῦν ἔφη σὺ κωλύεις, ὦ Ἐπαμεινώνδα, τῶν ἔργων τὸ κάλλιστον. εἰ γὰρ εὖ ποιεῖν φίλους καλόν, οὐκ αἰσχρὸν εὖ πάσχειν ὑπὸ φίλων· ἡ γὰρ χάρις οὐχ ἧττον δεομένη τοῦ λαμβάνοντος ἢ τοῦ διδόντος ἐξ ἀμφοῖν τελειοῦται πρὸς τὸ καλόν· ὁ δὲ μὴ δεξάμενος ὥσπερ σφαῖραν εὖ φερομένην κατῄσχυνεν ἀτελῆ πεσοῦσαν. ποίου γὰρ οὕτω σκοποῦ βάλλοντα καὶ τυχεῖν ἡδὺ καὶ διαμαρτάνειν ἀνιαρὸν ὡς ἀνδρὸς εὖ παθεῖν ἀξίου διὰ χάριτος ἐφιέμενον; ἀλλʼ ἐπεῖ μὲν ὁ τοῦ σκοποῦ μένοντος ἀτυχήσας σφάλλεται διʼ αὑτόν, ἐνταυθοῖ δ’ ὁ παραιτούμενος καὶ ὑποφεύγων ἀδικεῖ τὴν χάριν εἰς ὃ ἔσπευκε μὴ περαίνουσαν. σοὶ μὲν οὖν τὰς αἰτίας ἤδη διῆλθον, ὑφʼ ὧν ἔπλευσα δεῦρο· βούλομαι δὲ καὶ τούτοις τούτοις Turnebus: τούτους διελθὼν χρήσασθαι πρός σε δικασταῖς. ἐπεὶ γὰρ ἐξέπεσον αἱ κατὰ πόλεις ἑταιρεῖαι ἑταιρεῖαι *: ἑταιρίαι τῶν Πυθαγορικῶν στάσει κρατηθέντων, τοῖς δʼ ἔτι συνεστῶσιν ἐν Μεταποντίῳ συνεδρεύουσιν ἐν οἰκίᾳ πῦρ οἱ Κυλώνειοι περιένησαν καὶ διέφθειραν ἐν ταὐτῷ ταὐτῷ W: τούτῳ πάντας πλὴν Φιλολάου καὶ Λύσιδος, νέων ὄντων ἔτι ῥώμῃ ῥῴμῃ] καὶ ῥώμῃ Stegmannus. Nihil opus καὶ κουφότητι διωσαμένων τὸ πῦρ, Φιλόλαος μὲν εἰς Λευκανοὺς φυγὼν ἐκεῖθεν ἀνεσώθη πρὸς τοὺς ἄλλους φίλους ἤδη πάλιν ἀθροιζομένους καὶ κρατοῦντας τῶν Κυλωνείων Λῦσις δʼ ὅπου γέγονεν ἠγνοεῖτο πολὺν χρόνον· πλήν γε δὴ Γοργίας ὁ Λεοντῖνος ἐκ τῆς Ἑλλάδος ἀναπλέων εἰς Σικελίαν ἀπήγγελλε τοῖς περὶ Ἄρκεσον βεβαίως Λύσιδι συγγεγονέναι διατρίβοντι περὶ Θήβας. ὥρμησε δʼ ὁ Ἄρκεσος πόθῳ τἀνδρὸς τἀνδρὸς * hic et paulo post: τοῦ ἀνδρὸς αὐτὸς ὡς εἶχε πλεῦσαι, κομιδῇ δὲ διὰ γῆρας καὶ ἀσθένειαν ἐλλείπων ἐπέσκηψε μάλιστα μὲν ζῶντα κομίσαι τὸν Λῦσιν εἰς Ἰταλίαν ἢ τὰ λείψανα τεθνηκότος. οἱ δʼ ἐν μέσῳ πόλεμοι καὶ στάσεις καὶ τυραννίδες ἐκώλυσαν αὐτῷ ζῶντι συντελέσαι τοὺς φίλους τὸν ἆθλον. ἐπεὶ δʼ ἡμῖν τὸ Λύσιδος δαιμόνιον ἤδη τεθνηκότος ἐναργῶς προϋπέφαινε προύφαινε Cobetus τὴν τελευτήν, καὶ τὰς παρʼ ὑμῖν, ὦ Πολύμνι, θεραπείας καὶ διαίτας τἀνδρὸς οἱ σαφῶς εἰδότες ἀπήγγελλον, ὅτι πλουσίας ἐν οἴκῳ πένητι γηροκομίας τυχὼν καὶ πατὴρ τῶν σῶν υἱέων ἐπιγραφεὶς οἴχοιτο μακαριστός, ἀπεστάλην ἐγὼ νέος καὶ εἷς ὑπὸ πολλῶν καὶ πρεσβυτέρων, ἐχόντων οὐκ ἔχουσι χρήματα διδόντων, πολλὴν πολλὴν] πολλὴν δὲ R χάριν καὶ φιλίαν ἀντιλαμβανόντων. Λῦσις δὲ καὶ κεῖται καὶ κεῖται] κεκήδευται Cobetus καλῶς ὑφʼ ὑμῶν, καὶ τάφου καλοῦ κρείττων αὐτῷ χάρις ἐκτινομένη φίλοις ὑπὸ φίλων καὶ οἰκείων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi