Thesauros Edebiyat biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
1 ΑΡΧΙΔ. ἡμεῖς, ὦ Καφεισία, σχεδὸν ὡς εἶχον αἱ Θῆβαι πρὸ τῆς καθόδου τῶν φυγάδων ἐπιστάμεθα. καὶ γάρ, ὡς οἱ περὶ Ἀρχίαν καὶ Λεοντίδην Φοιβίδαν πείσαντες ἐν σπονδαῖς καταλαβεῖν τὴν Καδμείαν τοὺς μὲν ἐξέβαλον τῶν πολιτῶν τοὺς δὲ φόβῳ κατεῖργον ἄρχοντες αὐτοὶ παρανόμως καὶ βιαίως, ἔγνωμεν ἐνταῦθα τῶν περὶ Μέλωνα καὶ Πελοπίδαν, ὡς οἶσθα, ἰδιόξενοι γενόμενοι καὶ παρʼ ὃν χρόνον ἔφευγον ἀεὶ συνδιατρίβοντες αὐτοῖς· καὶ πάλιν ὡς Λακεδαιμόνιοι Φοιβίδαν μὲν ἐζημίωσαν ἐπὶ τῷ τὴν Καδμείαν Καδμίαν B E hic et infra καταλαβεῖν καὶ τῆς εἰς Ὄλυνθον στρατηγίας ἀπέστησαν, Λυσανορίδαν δὲ τρίτον αὐτὸν ἀντʼ ἐκείνου πέμψαντες ἐγκρατέστερον ἐφρούρουν τὴν ἄκραν, ἠκούσαμεν ἔγνωμεν δὲ καὶ τὸν Ἰσμηνίαν οὐ τοῦ βελτίστου θανάτου τυχόντʼ εὐθὺς ἀπὸ τῆς δίκης τῆς περὶ αὐτοῦ γενομένης, Γοργίδου πάντα τοῖς φυγάσι δεῦρο διὰ γραμμάτων ἐξαγγείλαντος ὥστε σοι λείπεται τὰ περὶ τὴν κάθοδον αὐτὴν αὐτὴν R: αὐτῶν τῶν φίλων καὶ τὴν ἅλωσιν ἅλωσιν] ἀφαίρεσιν Schaeferus τῶν τυράννων διηγεῖσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi