Thesauros Edebiyat biography Περὶ φυγῆς

Περὶ φυγῆς

Περὶ φυγῆς Plutarch
13 διὰ τοῦτο τῶν φρονιμωτάτων καὶ σοφωτάτων ὀλίγους ἂν εὕροις ἐν ταῖς ἑαυτῶν πατρίσι κεκηδευμένους, οἱ δὲ πλεῖστοι μηδενὸς ἀναγκάζοντος αὐτοὶ τὸ ἀγκύριον ἀγκύριον] ἀκάτιον Cobetus ἀράμενοι μεθωρμίσαντο τοὺς βίους καὶ μετέστησαν οἱ μὲν εἰς Ἀθήνας οἱ δʼ ἐξ Ἀθηνῶν. τίς γὰρ εἴρηκε τῆς ἑαυτοῦ πατρίδος ἐγκώμιον τοιοῦτον, οἷον Εὐριπίδης; Εὐριπίδης] Nauck. p. 467 ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, αὐτόχθονες δʼ ἔφυμεν· αἱ δʼ ἄλλαι πόλεις πεσσῶν ὁμοίως διαφορηθεῖσαι βολαῖς, ἄλλαι παρʼ ἄλλων εἰσὶν εἰσαγώγιμοι. εἰσαγώγιμοι Lycurgus in Leocratea $ 100: ἀγώγιμοι εἰ δὲ πάρεργον εἰ δ’ ἐκ παρέργου idem χρή τι κομπάσαι, γύναι, γυναῖκες mei codd. Nauck. p. 677 οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον κεκραμένον X: συγκεκραμένον ἵνʼ οὔτʼ ἄγαν πῦρ οὔτε χεῖμα συμπίτνει. συμπίτνει Nauckius: συμπιτνεῖ ἃ δʼ Ἑλλὰς Ἀσία τʼ ἐκτρέφει τ’ ἐκτρέφει Musgravius: τε τρέφει κάλλιστα γῆς, δέλεαρ γῆς, δέλεαρ *: τῆς δὲ ἔλεαρ ἔχοντες τήνδε τήνδε Lobeckius συνθηρεύομεν ἀλλʼ ὁ ταῦτα γράψας εἰς Μακεδονίαν ᾤχετο καὶ παρʼ Ἀρχελάῳ κατεβίωσεν. ἀκήκοας δὲ δήπου δὲ δήπου W: δι’ ἐπῶν καὶ τουτὶ τοὐπιγραμμάτιον τὸ ἐπιγραμμάτιον codd. Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει μνῆμα καταφθίμενον πυροφόροιο Γέλας καὶ γὰρ καὶ οὗτος εἰς Σικελίαν ἀπῆρε καὶ Σιμωνίδης πρότερον. τὸ δʼ Ἡροδότου Ἁλικαρνησέος Ἀλικαρνησέος *: ἀλικαρνασέως ἱστορίης ἀπόδεξις ἀπόδεξις *: ἀπόδειξις ἥδε ἤδε] τόδε mei codd. πολλοὶ μεταγράφουσιν ʽ Ἡροδότου Θουρίοὐ· μετῴκησε γὰρ εἰς Θουρίους Θουρίους X: θούρους καὶ τῆς ἀποικίας ἐκείνης μετέσχε. τὸ δʼ ἱερὸν καὶ δαιμόνιον ἐν μούσαις πνεῦμα, Φρυγίας κοσμήτορα μάχας Ὅμηρον, οὐ τοῦτο πεποίηκε πολλαῖς ἀμφισβητήσιμον πόλεσιν, ὅτι μὴ μιᾶς ἐστιν ἐγκωμιαστής; καὶ ξενίου Διὸς πολλαὶ τιμαὶ καὶ μεγάλαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi