16
ἀλλʼ ἐπεὶ πολλοὺς τὰ τοῦ Εὐριπίδου κινεῖ δυνατῶς τῆς φυγῆς κατηγορεῖν δοκοῦντος, ἴδωμεν ἃ λέγει καθʼ ἕκαστον ἐρωτῶν καὶ ἀποκρινόμενος· Eur. Phoen. 388 ταῦτα πρώτως πρώτως] ὁρᾷς ὡς R. Bene habet. cf. Thesaurus in v. Fort. etiam respecitur ad p. 570 lin. 6 τὰ δ’ ἑξῆς οὐκ ὀρθῶς οὐδʼ ἀληθῶς ἀξιοῦται. πρῶτον μὲν γὰρ οὐ δούλου τὸ μὴ λέγειν ἅ τις φρονεῖ, ἀλλὰ νοῦν ἔχοντος ἀνδρὸς ἐν καιροῖς καὶ πράγμασιν ἐχεμυθίας; καὶ σιωπῆς δεομένοις, ὥσπερ αὐτὸς ἀλλαχόθι βέλτιον εἴρηκε σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν ἵνʼ ἀσφαλές.Nauck. p. 486 ἔπειτα τὴν τῶν κρατούντων ἀμαθίαν οὐχ ἧττον οἴκοι μένοντας ἢ φεύγοντας ἀνάγκη φέρειν· ἀλλὰ καὶ μᾶλλον πολλάκις οἱ μένοντες τῶν ἀπαλλαγέντων τοὺς ἰσχύοντας ἐν πόλεσιν ἀδίκως τῷ συκοφαντεῖν ἢ βιάζεσθαι δεδίασι, τὸ δὲ μέγιστον καὶ ἀτοπώτατον, εἰ παρρησίαν τῶν φυγάδων ἀφαιρεῖται· θαυμαστὸν γάρ, εἰ Θεόδωρος ἀπαρρησίαστος ἦν, ὅς, ὃς] ὁ mei codd. Λυσιμάχου τοῦ βασιλέως εἰπόντος πρὸς αὐτὸν ἡ πατρίς σε τοιοῦτον ὄντʼ ἐξέβαλε, ναί εἶπε μὴ δυναμένη φέρειν ὥσπερ ἡ Σεμέλη τὸν Διόνυσον. ἐπιδείξαντος δʼ αὐτῷ Τελεσφόρον ἐν γαλεάγρᾳ τοὺς ὀφθαλμοὺς ἐξορωρυγμένον καὶ περικεκομμένον τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ τὴν γλῶτταν ἐκτετμημένον, καὶ εἰπόντος οὕτως ἐγὼ διατίθημι τοὺς κακῶς με ποιοῦντας· τί δὲ Θεοδώρῳ μέλει, ἔφη, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται; τί δὲ Θεοδώρῳ μέλει, ἔφη, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται; supplevi ex p. 499 d τί δέ; Διογένης οὐκ εἶχε παρρησίαν, ὃς εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον παρελθών, ὁπηνίκα μαχούμενος ἐχώρει τοῖς Ἕλλησι, καὶ πρὸς αὐτὸν ἀναχθεὶς ὡς; κατάσκοπος, ναί, κατάσκοπος ἔφη τῆς ἀπληστίας ἀφῖχθαι αὐτοῦ καὶ τῆς ἀφροσύνης, ἥκοντος ἐν βραχεῖ καιρῷ διακυβεῦσαι περὶ τῆς ἡγεμονίας ἅμα καὶ τοῦ σώματος; τί δέ; Ἀννίβας ὁ Καρχηδόνιος οὐκ ἐχρῆτο παρρησίᾳ πρὸς Ἀντίοχον βασιλέα ὄντα ὄντα βασιλέα? φυγὰς ὤν, ὁπηνίκα καιροῦ διδόντος ἐκέλευεν αὐτὸν ἐπιχειρεῖν τοῖς πολεμίοις τοῦ δὲ θυσαμένου καὶ τὰ σπλάγχνα κωλύειν φάσκοντος, ἐπετίμησεν εἰπών σὺ τί κρέας λέγει σκοπεῖς, σκοπεῖς Madvigius: ποιεῖς οὐ τί νοῦν ἔχων ἄνθρωπος; ἀλλʼ οὐδὲ γεωμετρῶν φυγὴ παρρησίαν οὐδὲ γραμμικῶν ἀφαιρεῖται, περὶ ὧν ἴσασι καὶ μεμαθήκασι διαλεγομένων πόθεν γε δὴ καλῶν κἀγαθῶν κἀγαθῶν *: καὶ ἀγαθῶν ἀνθρώπων; ἀλλὰ τὸ ἀγεννὲς πανταχοῦ τὴν φωνὴν ἐμφράττει, τὴν γλῶσσαν ἀποστρέφει, ἄγχει, σιωπᾶν ποιεῖ.ex Demosth. 19, 208 τὰ δʼ ἑξῆς τοῦ Εὐριπίδου ποῖὰ τινʼ ἐστίν; Eur. Phoen. 396 καὶ τοῦτο τῆς ἀβελτερίας ἀβελτερίας hic et infra Duebnerus: ἀβελτηρίας ἔγκλημα μᾶλλον ἢ τῆς φυγῆς ἐστιν. οὐ γὰρ οἱ μαθόντες οὐδʼ ἐπιστάμενοι χρῆσθαι τοῖς παροῦσιν, ἀλλʼ οἱ ἀεὶ τοῦ μέλλοντος ἐκκρεμάμενοι καὶ γλιχόμενοι τῶν ἀπόντων ὡς ἐπὶ σχεδίας διαφέρονται τῆς ἐλπίδος, κἂν μηδέποτε τοῦ τείχους ἐκτὸς προέλθωσι. ταῦτʼ ἢδη καὶ ἀχάριστα τοῦ Πολυνείκους, ἀτιμίαν μὲν εὐγενείας ἀφιλίαν δὲ τῆς φυγῆς κατηγοροῦντος, ὃς διὰ τὴν εὐγένειαν ἠξιώθη μὲν φυγὰς ὢν γάμων βασιλικῶν, φίλων δὲ συμμαχίᾳ καὶ δυνάμει τοσαύτῃ πεφραγμένος ἐστράτευσεν, ὡς αὐτὸς μετὰ μικρὸν ὁμολογεῖ πολλοὶ δὲ δὲ Euripides Δαναῶν καὶ Μυκηναίων ἄκροι Eur. Phoen. 430 πάρεισι, λυπρὰν χάριν ἀναγκαίαν δʼ ἐμοὶ διδόντες. ὅμοια δὲ καὶ τὰ τῆς μητρὸς ὀλοφυρομένης· ἐγὼ δέ σοι οὔτε πῦρ ἀνῆψα ἐγὼ δ’ οὔτε σοι πυρὸς ἀνῆψα φῶς ι νόμιμον ἐν γάμοις Euripides ib. 345 γόνιμον ἐν γάμοις, ἀνυμέναια δʼ Ἰσμηνὸς ἐκηδεύθη λουτροφόρου χλιδᾶς·. ταύτην ἔδει χαίρειν καὶ ἀγαπᾶν πυνθανομένην ναίοντα βασίλεια τηλικαῦτα τὸν υἱόν· ἡ δὲ θρηνοῦσα τὴν οὐκ ἀναφθεῖσαν λαμπάδα καὶ τὸν οὐ παρασχόντα λουτρὸν Ἰσμηνόν, ὡς ἐν Ἄργει μήθʼ ὕδωρ τῶν γαμούντων μήτε πῦρ ἐχόντων, τὰ τοῦ τύφου κακὰ καὶ τῆς ἀβελτερίας τῇ φυγῇ περιτίθησιν.