Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 1

2.5 ἐμοῦ δὲ τοιαῦτα λέγοντος, ὁ Λαμπρίας ἐκ παραβύστου καθήμενος; καθάπερ εἰώθει μέγα φθεγξάμενος ἠρώτα τοὺς παρόντας, εἰ διδόασιν αὐτῷ νουθετῆσαι ληροῦντα δικαστὴν κελευόντων δὲ πάντων χρῆσθαι παρρησίᾳ καὶ μὴ φείδεσθαι, τίς δʼ ἄν ἔφη φείσαιτο φιλοσόφου γένεσι καὶ πλούτοις καὶ ἀρχαῖς ὥσπερ θέαν ἐν συμποσίῳ κατανέμοντος ἢ προεδρίας ψηφισμάτωνἀπὸ ψηφισμάτων R ἀμφικτυονικῶν διδόντος, ὅπως μηδʼ ἐν οἴνῳ τὸν τῦφον ἀποφύγωμενmalim ἀποφεύγωμεν; οὔτε γὰρ πρὸς τὸ ἔνδοξον ἀλλὰ πρὸς τὸ ἡδὺ δεῖ ποιεῖσθαι τὰς κατακλίσεις, οὔτε τὴν ἑνὸς ἑκάστου σκοπεῖν ἀξίαν, ἀλλὰ τὴν ἑτέρου πρὲις ἕτερον σχέσιν καὶ ἁρμονίαν, ὥσπερ ἄλλωνἄλλων] πολλῶν Doehnerus. Fort. αὐλῶν τινῶν εἰς μίαν κοινωνίαν παραλαμβανομένων. οὐδὲ γὰρ ὁ οἰκοδόμος τὸν Ἀττικὸν λίθον ἢ τὸν Λακωνικὸν πρὸ τοῦ βαρβαρικοῦ διὰδιὰ] Vulcobius τὴν εὐγένειαν τίθησιν, οὐδʼ ὁ ζωγράφος τῷ πολυτελεστάτῳ χρώματι τὴν ἡγουμένην ἀποδίδωσι χώραν, οὐδʼ ὁ ναυπηγὸς προτάττει τὴν Ἰσθμικὴν πίτυν ἢ τὴν Κρητικὴν κυπάριττον, ἀλλʼ ὡς ὁὲν ἀλλήλοις ἕκαστα συντεθέντα καὶ συναρμοσθέντα μέλλῃ τὸ κοινὸν ἔργον ἰσχυρὸν καὶ καλὸν καὶ χρήσιμον παρέχειν, οὕτω κατανέμουσιν. καὶ τὸν θεὸν ὁρᾷς, ὃν ἀριστοτέχναν ἡμῶνὑμνῶν R ὁ ΠίνδαροςΠίνδαρος] Bergk. 1 p. 388 προσεῖπεν, οὐ πανταχοῦ τὸ πῦρ ἄνω τάττοντα καὶ κάτω τὴν γῆν, ἀλλʼ ὡς ὀὲν αἱ χρεῖαι τῶν σωμάτων ἀπαιτῶσιν. τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμοις βαρυνώτοις, Mullach. 1 p. 8 vs. 301ναὶναὶ] καὶ X μὴν κηρύκων τε λιθορρίνων χελύων τεχελύων τε] τε χελωνῶν Karstenusφησὶν Ἐμπεδοκλῆς, ἔνθʼ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν οὐχ ἣν ἡ φύσις δίδωσι χώραν, ἀλλʼ ἣν ἡ πρὸς τὸ κοινὸνκαινὸν mei ἔργον ποθεῖ σύνταξις, ταύτην ἔχουσαν. πανταχοῦ μὲν οὖν ἀταξία πονηρόν, ἐν δʼ ἀνθρώποις, καὶ ταῦτα πίνουσιν, ἐγγινομένη μάλιστα τὴν αὑτῆς ἀναδείκνυσι μοχθηρίαν ὕβρει καὶ κακοῖς ἄλλοις ἀμυθήτοις, ὁὶ προϊδέσθαι καὶ φυλάξασθαι τακτικοῦ καὶ ἁρμονικοῦ ἀνδρός ἐστιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi