Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 1

8.3 Λαμπρίας δʼ ὁ ἀδελφὸςἀδελφὸς S: 5 Vd 7 E τὴν Ἱερωνύμου ib. lac. 5-6 Vd 10 E. μόνον S. Malim δόξαν καὶ οὐκ ἀνεγνωκὼς ὅμως ἔτυχε δι’ εὐφυϊαν ἐμπεσών cett. οὐκ ἀνέγνωκεν lac. 7 Vd E. Post ἐμπεσὼν unus Vd dat 2-3 lac., quae propter proximam marg. nulla esse vid. εὐφυΐαν ἐμπεσὼν, ὅτι τοῖς προσπίπτουσιν ἀπὸ τῶν ὁρατῶν εἴδεσιεἴδεσι S: 4 Vd 6 E πρὸς τὴν ὄψιν ὁρῶμεν, ἃ πρῶτον μὲν ἀπέρχεται μεγάλα καὶ παχυμερῆ· διὸ τοὺς γέροντας ἐγγύθεν ἐπιταράττει βραδυπόρον καὶ σκληρὰν ἔχοντας τὴν ὅρασιν ἀνενεχθέντων δʼ εἰς τὸν ἀέρα καὶ λαβόντων διαστήματα, τὰ μὲν γεώδη περιθραύεται καὶ ἀποπίπτει, τὰ δὲ λεπτὰ προσπελάζοντα ταῖς ὄψεσιν ἀλύπως καὶ ὁμαλῶς ἐναρμόττει τοῖς πόροις, ὥσθʼ ἧττον ταραττομένους μᾶλλον ἀντιλαμβάνεσθαι. καὶ γὰρ αἱ τῶν ἀνθέων ὀσμαὶ πόρρωθεν εὐωδέστεραι προσπίπτουσιν· ἂν δʼ ἐγγύθεν ἄγαν προσάγῃς, οὐχ οὕτω καθαρὸν οὐδʼ ἄκρατον ὀδώδασιν. αἴτιον δʼ ὅτι πολλὰ τῶν γεωδῶν καὶ θολερῶν συναποφέρεται τῇ ὀσμῇ καὶ διαφθείρει τὴν εὐωδίαν ἐγγύθεν λαμβανομένην· ἂν δʼ ἄπωθεν, τὰ μὲνἄπωθεν τὰ μὲν] ἀπὸ μὲν mei θολερὰ καὶ γεώδη περιρρεῖ καὶ ὑποπίπτει, τὸ δʼ εἰλικρινὲς καὶ θερμὸν αὐτοῦαὐτῶν i.e. τῶν ἀνθῶν Benselerus ὑπὸ λεπτότητος διασῴζεται πρὸς τὴν αἴσθησιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi