Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 2

3.2 ἐκ δὲ τούτου τὸ ἄπορον καὶ πολλὰ πράγματα τοῖς ζητητικοῖς παρέχον εἰς μέσον εἷλκε πρόβλημα περὶ τοῦ ᾠοῦ καὶ τῆς ὄρνιθος, ὁπότερον γένοιτο πρότερον αὐτῶν. καὶ Σύλλας μὲν ὁ ἑταῖρος εἰπὼν ὅτι μικρῷ προβλήματι καθάπερ ὀργάνῳ μέγα καὶ βαρὺ σαλεύομεν τὸ περὶ τῆς τοῦ κόσμουτῆς τοῦ κόσμου W: τοῦ κόσμου τῆς libri. τοῦ κόσμου καὶ τῆς Doehnerus γενέσεως, ἀπηγόρευσε. τοῦ δʼ Ἀλεξάνδρου τῆς ζητήσεως ὡς μηδὲν προσφυὲς φερούσης καταγελάσαντος, ὁ γαμβρὸς ἡμῶν Φίρμος ἐμοὶ τοίνυν ἔφη χρῆσον ἐν τῷ παρόντι τὰς ἀτόμουςem. R: τοῖς ἀτόμοις. εἰ γὰρ τὰ μικρὰ δεῖ στοιχεῖα τῶν μεγάλων ἀρχὰς ὑποτίθεσθαι, πρῶτονπρότερον R εἰκὸς ἐστι τὸ ᾠὸν γεγονέναι τῆς ὄρνιθος· ἔστι γὰρ καὶ ἁπλοῦν, ὡς ἐν αἰσθητοῖς· ποικίλον δὲ καὶ μεμιγμένον μᾶλλον ἡ ὄρνις. καθόλου δʼ ἡ μὲν ἀρχὴ πρῶτον ἀρχὴ δὲ τὸ σπέρμα, τὸ δʼ ᾠὸν σπέρματος; μὲν πλέον ζῴου δὲ μικρότερον. ὡς γὰρ ἡ προκοπὴ μέσον εὐφυΐας εἶναι δοκεῖ καὶ ἀρετῆς, οὕτω τὸ ᾠὸν προκοπὴ τίς ἐστι τῆς φύσεως ἐπὶ τὸ ἔμψυχον ἀπὸ τοῦ σπέρματος πορευομένης. ἔτι δʼ, ὥσπερ ἐν τῷ ζῴῳ πρῶτα γίγνεσθαι λέγουσιν ἀρτηρίας καὶ φλέβας, οὕτω λόγον ἔχει καὶ τοῦ ζῴου τὸ ᾠὸν γεγονέναι πρῶτον, ὡς περιέχον ἐμπεριεχομένουem. Turnebus: ἐν περιεχομένῳ. καὶ γὰρ αἱ τέχναι πρῶτον ἀτύπωτα καὶ ἄμορφα πλάττουσιν, εἶθʼ ὕστερον ἕκαστα τοῖς εἴδεσι διαρθροῦσιν ᾕᾕ] ἢ mei Πολύκλειτος ὁ πλάστης εἶπε χαλεπώτατον εἶναι τοὔργον*: τὸ ἔργον, ὅταν ἐν ὄνυχι ὁ πηλὸς γένηται. διὸ καὶ τῇ φύσει τὸ πρῶτον εἰκός ἐστιν ἀτρέμα κινούσῃ τὴν ὕλην ἀργοτέρανἀγρότερον R ὑπακούειν, τύπους ἀμόρφους καὶ ἀορίστους ἐκφέρουσαν ὥσπερ τὰ ᾠά· μορφουμένων δὲ τούτων καὶ διαχαρασσομένων, ὕστερον ἐνδημιουργεῖσθαιἐκδημιουργεῖσθαι idem τὸ ζῷον. ὡς δὲ κάμπη γίγνεται τὸ πρῶτον, εἶτʼ ἐκπαγεῖσα διὰ ξηρότητα καὶ περιρραγεῖσα ἕτερονἕτερον] ἔντομον W. ἕτερόν τι Doehnerus πτερωτὸν ἐξ αὑτῆς? πτερωθὲν διʼ αὑτῆς τὴν καλουμένην ψυχὴνψυχὴν] νύμφην Leonicus μεθίησι, τὸν αὐτὸν τρόπον ἐνταῦθα προϋφίσταται τὸ ᾠὸν οἷον ὕλη τῆς γενέσεως. ἀνάγκη γὰρ ἐν πάσῃ μεταβολῇ πρότερον εἶναι τοῦ μεταβάλλοντος τὸτὸ M ἐξ οὗ μετέβαλε. σκόπει δʼ ὅτι σκνῖπες ἐν δένδρῳ καὶ τερηδόνες ἐμφύονται ξύλῳ κατὰ σῆψιν ὑγρότητος ἢ πέψιν· ὧν οὐδεὶς ἂν ἀξιώσειεν μὴ προϋποκεῖσθαι μηδὲ πρεσβύτερον εἶναι φύσει τὸ γεννῶν. ἡ γὰρ ὕλη λόγον ἔχει πρὸς τὰ γιγνόμενα μητρὸς ὥς φησι ΠλάτωνΠλάτων] Tim. p. 52d καὶ τιθήνης ὕλη δὲ πᾶν, ἐξ οὗ σύστασιν ἔχει τὸ γεννώμενον τὸ δʼ ἐπὶ τούτοις ἔφη γελάσας ἀείσω ξυνετοῖσιcf. p. 391 d τὸν Ὀρφικὸν καὶ ἱερὸν λόγον, ὃς οὐκ ὄρνιθος μόνον τὸ ᾠὸν ἀποφαίνει πρεσβύτερον, ἀλλὰ καὶ συλλαβὼν ἅπασαν αὐτῷ τὴν ἁπάντων ὁμοῦ πρεσβυγένειαν ἀνατίθησι. καὶ τἄλλα μὲν εὔστομα κείσθω καθʼ ἩρόδοτονἩρόδοτον] 2, 171· ἔστι γὰρ μυστικώτερα· ζῴων δὲ πολλὰς φύσεις τοῦ κόσμου περιέχοντος, οὐδὲν ὡς εἰπεῖν γένος ἄμοιρόν ἐστι τῆς ἐξ ᾠοῦ γενέσεως· ἀλλὰ καὶ πτηνὰ γεννᾷ καὶ νηκτὰ μυρία καὶ χερσαῖα, σαύρας, καὶ ἀμφίβιαἀμφίβια Basileensis: ἀμφίβια καὶ mei, κροκοδείλους, καὶ δίποδα, τὸν ὄρνιν, καὶ ἄποδα, τὸν ὄφιν, καὶ πολύποδα, τὸν ἀττέλεβονmalim ἀττέλαβον hic et infra· ὅθεν οὐκ ἀπὸ τρόπου τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς ὡς μίμημα τοῦ τὰ πάντα γεννῶντος καὶ περιέχοντος ἐν ἑαυτῷ συγκαθωσίωται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi