Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 2

9.1 μετὰ τοῦτο περὶ τῶν λυκοβρώτων ἐζητεῖτοem. X: ἐξηγεῖτο προβάτων, ἃ λέγεται τὸ μὲν κρέας γλυκύτατον παρέχειν τὸ δʼ ἔριον φθειροποιόν. οὐ φαύλως οὖν ἐδόκει Πατροκλέαςem. Ahrensius et pr. m. ut vid. Vd: πατροκλίας ὁ γαμβρὸς ἐπιχειρεῖν περὶ τῆς γλυκύτητος, ὡς τοῦ θηρίου τῷ δήγματι τὴν σάρκα τακερὰν ποιοῦντος· καὶ γὰρ εἶναι τὸ πνεῦμα τοῦ λύκου περίθερμον οὕτω καὶ πυρῶδες, ὥστε τὰ σκληρότατα τῶν ὀστῶν ἐν τῇ κοιλίᾳ τήκειν καὶ καθυγραίνειν διὸ καὶ σήπεσθαι τὰ λυκόβρωτα τῶν ἄλλων τάχιον. περὶ δὲ τῶν ἐρίων διηποροῦμεν, μήποτʼ οὐ γεννᾷ τοὺς φθεῖρας ἀλλʼ ἐκκαλεῖται, τραχύτητός τινος ἀμυκτικῆς ἢ θερμότητος ἰδιότητι διακρίνοντα τὴν σάρκα· ταύτην δὲ τοῖς ἐρίοις τὴν δύναμιν ἐγγίγνεσθαιἐγγίγνεσθαι] οὐ γίνεσθαι mei πρὸς τὸ τοῦ λύκου δῆγμα καὶ τὸ πνεῦμα, μεταβάλλοντος ἄχρι τῶν τριχῶνμεταβάλλον τὰ ἄχρι τῶν τριχῶν Doehnerus. Mihi satis est τὸ σφαττόμενον τοῦ σφαττομένου. καὶ συνεβάλλετο τῷ λόγῳ πίστιν ἡ ἱστορία τῶν γὰρ κυνηγῶν καὶ τῶν μαγείρων ἐπιστάμεθα τοὺς μὲν μιᾷ πληγῇ καταβάλλοντας, ὥστʼ ἀπνευστὶ τὰ πληγένταπνιγέντα mei κεῖσθαι, τοὺς δὲ πολλαῖς μόγις καὶ χαλεπῶς ἀναιροῦντας· ὃ δὲ τούτου θαυμασιώτερόν ἐστι, τοὺς μὲν τοιαύτην ἐνιέντας μετὰ τοῦ σιδήρου τῷ τιτρωσκομένῳ δύναμιν, ὥστε ταχὺ σήπεσθαι καὶ μηδὲ πρὸς μίαν ἡμέραν ἀντέχειν, τοὺς δʼ ἀποκτείνοντας*: ἀποκτείναντας μὲν οὐ βράδιον ἐκείνων, οὐδὲν δὲ τοιοῦτο γιγνόμενον περὶ τὴν σάρκα τῶν σφαγέντων ἀλλʼ ἐπὶ χρόνον διαμένουσαν. ὅτι δʼ αἱ κατὰαἱ κατὰ R: καὶ κατὰ τὰς σφαγὰς καὶ τοὺς θανάτους τῶν ζῴων μεταβολαὶ μέχρι δερμάτων καὶ τριχῶν καὶ ὀνύχων διατείνουσιν, ἀποδηλοῦνὑποδηλοῦν S εἴωθε τῷεἴωθε τῷ] εἰωθότα mei λέγειν καὶ ὍμηροςὉμηρος] Γ 375 ἐπὶ τῶν δερμάτων καὶ τῶν ἱμάντων, ὅτι φησὶν ἱμὰςὅτι φησὶν ἱμὰς] del. vid. ut glossema ad τῷ λέγεινβοὸς ἶφι κταμένοιο· τῶν γὰρ μὴ νόσῳ μηδὲ γήρᾳ διαλυομένων ἀλλʼ ὑπὸ σφαγῆς εὔτονον τὸ δέρμα καὶ στιφρὸνστιφρὸν] στριφνὸν mei. στυφρὸν Clarkins. γίγνεσθαι· τὰ δʼ ὑπὸ θηρίων δηχθέντα καὶ τοὺς ὄνυχας μελαίνεσθαι καὶ τριχορροεῖν καὶ τοῖς δέρμασι φλιδᾶν καὶ ῥακοῦσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi