Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 2

10.1 ὅτε τὴν ἐπώνυμον ἀρχὴν ἦρχον οἴκοι, τὰ πλεῖστα τῶν δείπνων δαῖτες ἦσαν, ἐν ταῖς θυσίαις ἑκάστῳ μερίδος ἀποκληρουμένης· ὅ τισι μὲν ἤρεσκε θαυμαστῶς, οἱ δʼ ὡς ἀκοινώνητον καὶ ἀνελεύθερον ρο ψέγοντες ᾤοντο δεῖν ἅμα τῷ καταθέσθαι τὸν στέφανον ἐπὶ τὴν συνήθη δίαιταν αὖθις μεθαρμόσασθαι τὰς τραπέζας;. οὐ γὰρ τοῦ φαγεῖν ὁ Ἁγίας ἔφη χάριν οὐδὲ τοῦ πιεῖν, ἀλλὰ τοῦ συμπιεῖν καὶ συμφαγεῖν ὡς ἐγᾦμαι καλοῦμεν ἀλλήλους, ἡ δʼ εἰς μερίδας αὕτη κρεωδαισίακρεωδαισία et κρεωπτωλικῆς mei τὴν κοινωνίαν ἀναιροῦσα, πολλὰ δεῖπνα ποιεῖ καὶ πολλοὺς δειπνοῦντας, οὐδένα δὲ σύνδειπνον οὐδενός, ὅταν ὥσπερ ἀπὸ κρεοπωλικῆςκρεωδαισία et κρεωπωλικῆς mei; τραπέζης σταθμῷ λαβὼν ἕκαστος μοῖραν ἑαυτῷ πρόθηται. καίτοι τίνʼ ἔχει διαφορὰν ἢἢ] del. R. nihil opus κύλικα καταθέντα τῶν κεκλημένων ἑκάστῳ καὶ χοῦνκαὶ χοῦν] malim χοῦν, ἐμπλησάμενονἐπικλησάμενον mei οἴνου, καὶ τράπεζαν ἰδίανκαὶ τράπεζαν ἰδίαν] del. Stegmannus, sed necessaria sunt ὥσπερ οἱ Δημοφωντίδαι τῷ Ὀρέστῃ λέγονται, πίνειν κελεῦσαι μὴ προσέχοντα τοῖς ἄλλοις· ἢ τοῦθʼ ὅπερ νῦν γίγνεται, κρέας προθέμενον καὶ ἄρτον, ὥσπερ ἐκ φάτνης ἰδίας ἕκαστον εὐωχεῖσθαι, πλὴν ὅτι μὴ πρόσκειται σιωπῆςem. M: σιωπῇ ἡμῖν ἀνάγκη, καθάπερ τοῖς τὸν Ὀρέστην ξενίζουσιν; ἀλλὰ καὶ τοῦτʼ ἴσως αὐτὸ πρὸς τὴν ἁπάντων κοινωνίαν ἐκκαλεῖται τοὺς συνόντας, ὅτι καὶ λόγῳ κοινῷ πρὸς ἀλλήλους χρώμεθα καὶ ᾠδῇ, ψαλτρίας τε τερπούσης; καὶ αὐλητρίδος ὁμοίως μετέχομεν· καὶ ὁ κρατὴρ οὗτοςὁ αὐτὸς Madvigius ὅρον οὐκ ἔχων ἐν μέσῳ πρόκειται, πηγὴ φιλοφροσύνης ἄφθονος καὶ μέτρον ἔχουσα τῆς ἀπολαύσεως τὴν ὄρεξιν οὐχ ὥσπερ ἡ τοῦ κρέως καὶ τοῦ ἄρτου μερὶς ἀδικωτάτη μέτρῳ καλλωπίζεται τῷ ἴσῳ πρὸς ἀνίσους· τὸ γὰρ αὐτὸ τῷ μικροῦ δεομένῳ πλέον ἐστὶ τῷ δὲ μείζονος ἔλαττον. ὥσπερ οὖν, ὦ ἑταῖρʼ, ὁἑταῖρ’ ὁ *: ἑταῖρε cf. p. 612 f. κάμνουσι πολλοῖς ἴσα φάρμακα μέτροις ἀκριβέσι καὶ σταθμοῖς διανέμων παγγέλοιος, οὕτω τοιοῦτος ἑστιάτωρ οἷος ἀνθρώπους οὔτε διψῶντας ὡσαύτως οὔτε πεινῶντας εἰς ταὐτὸ συναγαγὼν ἀπὸ τῶν ἴσων θεραπεύειν ἅπαντας, ἀριθμητικῶς οὐ γεωμετρικῶς ὁρίζων τὸ δίκαιον καὶ μέτριονκαὶ μέτριον*. εἰς καπήλου μὲν οὖν φοιτῶμεν ἑνὶ χρώμενοι μέτρῳ τῷ δημοσίῳ πάντες· ἐπὶ δεῖπνονδεῖπνον Vulcobius: δείπνῳ δʼ ἕκαστος ἰδίαν ἥκει γαστέρα κομίζων, ἣν οὐ τὸ ἴσον ἀλλὰ τὸ ἀρκοῦν ἐμπίπλησι. τὰς δʼ Ὁμηρικὰςem. Leonicus: ὀμβρικὰς ἐκείνας δαῖτας οὐ χρὴ μεταφέρειν ἐκ τῶν στρατιωτικῶν καὶ παρεμβολικῶν ἐνταῦθα δείπνων, ἀλλὰ μᾶλλον τὴν τῶν παλαιῶν φιλανθρωπίαν ζηλοῦν, οὐ μόνον ὁμεστίους οὐδʼ ὁμωροφίους ἀλλὰ καὶ ὁμοχοίνικας καὶ ὁμοσίτους τῷ πᾶσαν σέβεσθαι κοινωνίαν ἐν τιμῇ τιθεμένους. τὰ μὲν οὖν Ὁμήρου δεῖπνα χαίρειν ἐῶμεν ὑπολιμώδη γάρ ἐστι καὶ διψαλέα καὶ τοὺς ἑστιάρχας βασιλεῖς ἔχοντα τῶν Ἰταλικῶν δεινοτέρους καπήλων ὥστε παρὰ τὰς μάχας, ἐν χερσὶ τῶν πολεμίων ὄντων, ἀπομνημονεύειν ἀκριβῶς, πόσον ἕκαστος τῶν δεδειπνηκότων παρʼ αὐτοῖς πέπωκεπέπωκε] cf. Hom. Δ 346. τὰ δὲ ΠινδαρικὰΠινδαρικά] cf. Bergk. 1 p. 444 βελτίω δήπουθεν, ἐν οἷς ἥρωες αἰδοίαν ἐμίγνυντʼ ἀμφὶ τράπεζαν θαμάem. S: ἥρως αἰδοῖ ἀνεμίγνυτο - θ’ ἅμα τῷ κοινωνεῖν ἁπάντων ἀλλήλοις. ἐκεῖνο γὰρ ἦν οἷον ἀνάμιξις καὶ σύγκρασις ἀληθῶς, τοῦτο δὲ διαίρεσις καὶ διαβολὴ τῶν φιλτάτων εἶναι δοκούντων, ὡς μηδʼ ὄψου κοινωνεῖν δυναμένων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi