Kitap 2
1.8
δεῖ δὲ τὸν ἐμμελῶς σκώμματι χρησόμενον εἰδέναι καὶ νοσήματος διαφορὰν πρὸς ἐπιτήδευμα, λέγω δὲ φιλαργυρίας καὶ φιλονεικίας πρὸς φιλομουσίαν καὶ φιλοθηρίαν· ἐπʼ ἐκείνοις μὲν γὰρ ἄχθονται σκωπτόμενοι, πρὸς ταῦτα δʼ ἡδέως ἔχουσιν. οὐκ ἀηδῶς γοῦν Δημοσθένης ὁ Μιτυληναῖος, φιλῳδοῦ τινος καὶ φιλοκιθαριστοῦ θύραν κόψας, ὑπακούσαντος αὐτοῦ καὶ κελεύσαντος εἰσελθεῖν ἂν πρῶτον ἔφη τὴν κιθάραν δήσῃς. ἀηδῶς δʼ ὁ τοῦ Λυσιμάχουem. Basileensis: λυσίου παράσιτος, ἐμβαλόντος αὐτοῦ σκορπίον ξύλινον εἰς τὸ ἱμάτιον, ἐκταραχθεὶς καὶ ἀναπηδήσας, ὡς ᾔσθετο τὴν παιδιάν, κἀγώ σε φησὶν ἐκφοβῆσαι βούλομαι, ὦ βασιλεῦ· δός μοι τάλαντον.