Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 2

1.9 εἰσὶ δὲ καὶ περὶ τὰ σωματικὰ τοιαῦται διαφοραὶ τῶν πολλῶν· οἷον εἰς γρυπότητα καὶ σιμότητα σκωπτόμενοι γελῶσιν, ὡς ὁ Κασάνδρου φίλος; οὐκ ἠχθέσθη τοῦ Θεοφράστου πρὸς αὐτὸν εἰπόντος θαυμάζω σου τοὺς ὀφθαλμοὺς, ὅτι οὐκ ᾅδουσι, τοῦ μυκτῆρος; αὐτοῖς ἐνδεδωκότος καὶ ὁ Κῦρος ἐκέλευσε τὸν γρυπὸν σιμὸν ἀγαγέσθαι γύναιονσιμὸν ἀγ. γύναιον addidi ex Cyrop. 8, 4, 21, οὕτω γὰρ ἐφαρμόσειν. εἰς δὲ δυσωδίαν μυκτῆρος ἢ στόματος ἄχθονται σκωπτόμενοι· καὶ πάλιν εἰς φαλακρότητα πράως φέρουσιν, εἰς δὲ πήρωσιν ὀφθαλμῶν ἀηδῶς. καὶ γὰρ Ἀντίγονος αὐτὸς μὲν ἑαυτὸν εἰς τὸν ὀφθαλμὸν ἔσκωπτε· καί ποτε λαβὼν ἀξίωμα μεγάλοις γράμμασι γεγραμμένον ταυτὶ μέν ἔφη καὶ τυφλῷ δῆλα Θεόκριτον δὲ τὸν Χῖον ἀπέκτεινεν, ὅτι φήσαντός τινος τοῖς ὀφθαλμοῖς ἂν βασιλέως παραγένῃ, σωθήσῃ·ἀλλά μοι εἶπεν ἀδύνατον λέγεις τοῦτʼ αὐτὸ τὴν σωτηρίανφήσαντός τινος - σωτηρίαν *: φήσαντος τῆ ὀφθαλμοὺς ἂν 5 Vd 7 E ραγένηι σωθῆ ἀλλ’ ἅμα εἶπεν ἀδυνάτου τὰ ὑπὸ τὴν ὀριαν. ΛέωνΛέων Basileensis. Sed potius vid. supplendum: ὁ [δὲ Λέων ὁ] Βυζάντιος ὁ Βυζάντιος, εἰπόντος Πασιάδου πρὸς αὐτὸν, ὀφθαλμισθῆναι διʼδιʼ X: δὲ αὐτοῦ τοὺς ὀφθαλμούς ἀσθένειαν ἔφη σώματος ὀνειδίζεις, νέμεσιν οὐχ ὁρῶν ἐπὶ τῶν ὤμων βαστάζοντά σου τὸν υἱόν· εἶχε δὲ κυρτὸν ὁ Πασιάδης υἱόν. ἠγανάκτησε δὲ καὶ Ἄρχιππος, ὁ δημαγωγὸς τῶν Ἀθηναίων, ὑπὸ Μελανθίου σκωφθεὶς εἰς τὸ κυρτόν· ἔφη γὰρ αὐτὸν ὁ Μελάνθιος οὐ προεστάναι τῆς πόλεως ἀλλὰ προκεκυφέναιem. Amyotus: κεκυφέναι. τινὲς δὲ ταῦτα πράως καὶ μετρίως φέρουσιν, ὥσπερ ὁ φίλος τοῦ Ἀντιγόνου τάλαντον αἰτήσας καὶ μὴ λαβὼν ᾔτησε προπομποὺς καὶ φύλακας ὅπως ἔφη μὴ ἐπιβουλευθῶ προστάξαςπροστάξας] προσέτι δόξας W κατʼ ὤμου τὸ τάλαντον φέρειν. οὕτω μὲνμὲν] μὲν οὖν? περὶ τὰ ἐκτὸς ἔχουσι διὰ τὴν ἀνωμαλίαν ἄλλοι γὰρ ἐπʼ ἄλλοις ἄχθονται. Ἐπαμεινώνδας μετὰ τῶν συναρχόντων ἑστιώμενος ἐπέπινεν ὄξος, καὶ πυνθανομένων εἰ πρὸς ὑγίειαν ἀγαθόν, οὐκ οἶδʼ εἶπεν, ὅτι μέντοι πρὸς τὸ μεμνῆσθαι τῆς οἴκοι διαίτης ἀγαθόν, ἐπίσταμαι. διὸ δεῖ καὶ πρὸς τὰς φύσεις καὶ τὰ ἤθη σκοποῦντα ταῖς παιδιαῖς χρῆσθαι, πειρώμενον ἀλύπως καὶ κεχαρισμένως ἑκάστοις ὁμιλεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi