Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 3

4.3 ἀλλʼ ἀπʼ αὐτῶν οἶμαι τούτων ὁ Φλῶρος ἔφη τῶν ἐπιχειρημάτων ἐλέγχεσθαι τὸ δόγμα. πρῶτον μὲν γὰρ ἀντέχουσι τῷ ψύχει μᾶλλον, ὅτι πολλάκις τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου δυσπαθέστερόν ἐστιν· ἔπειτα μέντοι καὶ τὸ σπέρμα μὴ προγεγονέναιsupplendum vid. aut προγεγονέναι φαίνεται aut ἀπὸ τοῦ ἄρρενος εἰκός τὸ γόνιμον διὰ κατάψυξιν, ἀλλʼ ὕλην μόνον καὶ τροφὴν παρέχειν τῷ ἀπὸ τοῦ ἄρρενος. ἔπειτα λήγουσι τίκτουσαι πολὺ πρότερον ἢ γεννῶντες οἱ ἄνδρες. κάονται δὲ βέλτιον ὑπὸ πιμελῆς, ὃ δοκεῖ ψυχρότερονψυχρότατον R εἶναι τοῦ σώματος· ἥκιστα γοῦν οἱ νέοι· καὶ γυμναστικοὶ πιμελώδεις. ἡ δʼ ἔμμηνοςἔμμονος mei κάθαρσις οὐ πλήθους ἀλλὰ διαφθορᾶς καὶ φαυλότητὸς ἐστιν αἵματος· τὸ γὰρ ἄπεπτον αὐτοῦ καὶ περιττωματικὸν οὐκ ἔχον ἵδρυσιν οὐδὲ σύστασιν ἐν τῷ σώματι διʼ ἀσθένειαν ἐκπίπτει, παντάπασιν ἀμβλὺ καὶ θολερὸν ἀρρωστίᾳ τοῦ θερμοῦ γιγνόμενον. δηλοῖ γοῦν καὶ τὸ ῥιγοῦν καὶ τὸ ὑποφρίττειν ὡς ἐπὶ πολὺ τὰς καθαιρομένας, ὅτι ψυχρόν ἐστι καὶ ἄπεπτον τὸ κεκινημένον καὶ ἀποχωροῦν ἐκ τοῦ σώματος. τὴν δὲ ψιλότητα τίς ἂν εἴποι, ὅτιὅτι* θερμότητος οὐχὶκαὶ οὐχὶ vel οὐχὶ δὲ R μᾶλλον ψυχρότητός ἐστι τὸ πάθος, ὁρῶν τὰ θερμότατα τοῦ σώματος μέρη δασυνόμενα; πάντα γὰρ ἐξωθεῖταιἐξανθεῖται *: ἐξωθεῖται Quod R proposuit ἐξανθεῖ apud Plut. plerumque transitivum est τὰ τοιαῦτα τῷ θερμῷ, χαράσσοντι καὶ ἀναστομοῦντι τὴν ἐπιφάνειαν. ἡ δὲ λειότηςem. Leonicus: λούϊτε πυκνότητι γέγονεν ὑπὸ ψυχρότητος· ὅτι δʼ εἰσὶ πυκνότεραι τῶν ἀνδρῶν, ὦ φίλʼ Ἀθρυΐλατε, πυθοῦ παρὰ τῶν ἔτι συναναπαυομένων γυναιξὶν ἢ μύρον ἀληλιμμέναις ἢ ἔλαιον· ἀναπίμπλανται γὰρ αὐτοῦ τοῦαὐτοῦ τοῦ] αὐτοὶ τοῦ? χρίσματος ἐν τῷ συγκαθεύδειν, κἂν μὴ θίγωσι μηδὲ προσάψωνται τῶν γυναικῶν, διὰ θερμότητα καὶ μανότητα τοῦ σώματος ἕλκοντοςpost ἕλκοντος in Vd P nulla est lac. sed in E 3-4 litt. Supplet τῶν ἀνδρῶν ἀπὸ πυκνοῦ καὶ ψυχροῦ τοῦ τῶν γυναικῶν W.

Εἰ ψυχρότερος τῇ δυνάμει ὁ οἶνος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi