Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 3

Περὶ τοῦ ἢ πέντε πίνειν ἢ τρίʼ ἢ μὴ τέσσαρα.

9.1 ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, Ἀρίστωνem. X: ἀριστίων ἀναβοήσας ὥσπερ εἰώθει πέφανται εἶπεν εἰς τὰ συμπόσια τῷ δικαιοτάτῳ καὶ δημοκρατικωτάτῳ τῶν μέτρωνem. Iannotius: μετρίων κάθοδος, ὑπὸ δή τινος καιροῦ νήφοντος ὥσπερ τυράννου πεφυγαδευμένῳ πολὺν χρόνον. καθάπερ γὰρ οἱ περὶ λύραν κανονικοὶ τῶν λόγων φασὶ τὸν μὲν ἡμιόλιον τὴν διὰ πέντε συμφωνίαν παρασχεῖν τὸν δὲ διπλάσιον τὴν διὰ πασῶν, τὴν δὲ διὰ τεσσάρων ἀμυδροτάτην οὖσαν ἐν ἐπιτρίτῳ συνίστασθαι· οὕτως οἱ περὶ τὸν Διόνυσον ἁρμονικοὶ τρεῖς κατεῖδον οἴνου συμφωνίας πρὸς ὕδωρ, διὰ πέντε καὶ διὰ τριῶν καὶ διὰ τεσσάρων, οὕτω μὲν λέγοντες καὶ ᾄδοντες ἢ πέντεἢ πέντε Vulcobius: πέντε πίνειν ἢ τρίʼτριῶν Basileensis: 4-5 Vd 13 E ἢ μὴ τέσσαρα. πέντε γὰρ lac. 2 Vd 4 E. ἐστι W ἐν ἡμιολίῳ λόγῳ, τριῶν ὕδατος κεραννυμένωνib. κεραννυμένων Turnebus: κεραννύμενον οὐ πρὸς δύʼ οἴνου· τρία δʼτρία δʼ Turnebus: ταδʼ ἐν διπλασίῳ πρὸς ἕνα μιγνυμένωνπρὸς ἕνα μιγνομένων W: προσμιγνυμένων δυεῖν· τέσσαρα δʼ, εἰς ἕνα τριῶν ὕδατος ἐπιχεομένων, οὗτός ἐστιν ἐπίτριτος λόγος, ἀρχόντων τινῶντινῶν Turnebus: τριῶν ἐν πρυτανείῳ νοῦν ἐχόντων ἢ διαλεκτικῶν τὰς ὀφρῦς ἀνεσπακότων, ὅταν τὰς μεταπτώσεις τῶν λόγων ἀνασκοπῶσιen. W: ἀνασπῶσι, νηφάλιος καὶ ἀδρανὴς κρᾶσιςπρᾶσις Turnebus: φάσις. ἐκείνων δὲ τῶν ἄλλωνἄλλων] sc. λόγων ἡ μὲν δυεῖν πρὸς ἕνα τὸν ταρακτικὸν τοῦτον καὶ ἀκροθώρακα τῆς μέθης ἐπάγει τόνον κινοῦντα χορδὰς τὰς ἀκινήτους φρενῶνNauck. p. 907 οὔτε γὰρ ἐᾷ νήφειν οὔτε καταδύειν παντάπασι τὸ ἀνόητοντὸ ἀνόητον X: τὸν ἀνόητον εἰς τὸν ἄκρατον· ἡ δὲ δυεῖν πρὸς τρία μουσικωτάτηem. Turnebus: μουσικώτατα, πᾶσʼ ὑπνοφόρος; καὶ λαθικηδὴς καὶ κατὰ τὴν Ἡσιόδειον ἐκείνην ἀλεξιάρην παίδων εὐκηλήτειρανcf. Hes. OD 464 τῶν ἐν ἡμῖν ἀγερώχων καὶ ἀκόσμων παθῶν διὰ βάθους ποιοῦσα γαλήνην καὶ ἡσυχίαν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi