Kitap 3
3.1
ἐθαύμαζε δὲ Φλῶρος, εἰ γεγραφὼς ἈριστοτέληςἈριστοτέλης] Fragm. 108 ἐν τῷ περὶ μέθης, ὅτι μάλιστα μὲν οἱ γέροντες ἣκιστα δʼ αἱ γυναῖκες ὑπὸ μέθης ἁλίσκονται, τὴν αἰτίαν οὐκ ἐξειργάσατο, μηδὲν εἰωθὼς προΐεσθαι τῶν τοιούτων. εἶτα μέντοι προὔβαλεν ἐν μέσῳ σκοπεῖν τοῖς παροῦσιν. ἦν δὲ τῶν συνήθων τὸ δεῖπνον. ἔφη τοίνυν ὁ Σύλλας θατέρῳ θάτερον ἐμφαίνεσθαι· κἂν εἰ περὶ τῶν γυναικῶν ὀρθῶς τὴν αἰτίαν λάβοιμεν, οὐκ ἔτι πολλοῦ λόγου δεήσεσθαι περὶ τῶν γερόντων· ἐναντίας γὰρ εἶναι μάλιστα τὰς φύσεις τῇ θʼ ὑγρότητι καὶ ξηρότητι καὶ λειότητικαὶ λειότηττι] om. mei καὶ τραχύτητι καὶ μαλακότητι καὶ σκληρότητι. καὶ τοῦτʼ ἔφη λαμβάνεινem. R: λαμβάνει κατὰ τῶν γυναικῶν πρῶτον, ὅτι τὴν κρᾶσιν ὑγρὰν ἔχουσιν, ἣ καὶ τὴν ἁπαλότητα τῆς σαρκὸς ἐμμεμιγμένηem. W: ἐμμεμιγμένην παρέχει καὶ τὸ στίλβον ἐπὶ λειότητι καὶ τὰς καθάρσεις· ὅταν οὖν ὁ οἶνος εἰς ὑγρότητα πολλὴν ἐμπέσῃ, κρατούμενος ἀποβάλλει τὴν βαφὴν καὶ γίγνεται παντάπασιν ἀβαφὴςem. S: ἀναφὴς καὶ ὑδατώδης. ἔστι δέ τι καὶ παρʼ αὐτοῦ λαβεῖν ἈριστοτέλουςἈριστοτέλους] Fragm. 109· τοὺς γὰρ ἄθρουν καὶ ἀπνευστὶ πίνοντας, ὅπερ ἀμυστίζειν ὠνόμασαν οἱ παλαιοί, φησὶν ἥκιστα περιπίπτειν μέθαις· οὐ γὰρ ἐνδιατρίβειν τὸν ἄκρατον αὐτοῖςαὐτοῖς Turnebus: αὐτὸν, ἀλλʼ ἐξωθούμενον ῥύμῃῥύμῃ] ῥύδην R διαπορεύεσθαι διὰ τοῦ σώματος. ἐπιεικῶς δὲ τὰς γυναῖκας ὁρῶμεν οὕτω πινούσας. εἰκὸς δʼ αὐτῶν καὶ τὸ σῶμα, διὰ τὸν ἐνδελεχῆ τῶν ὑγρῶν κατασπασμὸν ἐπὶ τὰς ἀποκαθάρσειςἀποκαθάρσεις S: ἀπο 5-6 Vd 9 E πολύπορον γεγονέναι καὶ τετμῆσθαι καθάπερ ἀνδήροις καὶ ὀχετοῖς· εἰς οὓς ἐμπίπτοντα τὸν ἄκρατον ὑπάγειν ταχέως καὶ μὴ προσίστασθαι τοῖς κυρίοις μέρεσιν, ὧν διαταραττομένων συμβαίνει τὸ μεθύειν. οἱ δὲ γέροντες ὅτι μέν εἰσιν ἐνδεεῖς ἰκμάδος οἰκείας, τοὔνομά μοι δοκεῖ φράζειν πρῶτον· οὐ γὰρ ὡς ῥέοντες εἰς γῆν, ἀλλʼ ὡς γεώδεις καὶ γεηροί τινες·, ἤδη γιγνόμενοι τὴν ἕξιν οὕτω προσαγορεύονται. δηλοῖ δὲ καὶ τὸ δυσκαμπὲς αὐτῶν καὶ σκληρόν, ἔτι δʼ ἡ τραχύτης·, τὴν ξηρότητα τῆς φύσεως. ὅταν οὖν ἐμπίνωσιν, εἰκὸς ἀναλαμβάνεσθαι τὸν οἶνον, τοῦ σώματος σπογγώδους διὰ τὸν αὐχμὸν ὄντος· εἶτʼ ἐμμένοντα πληγὰς καὶ βαρύτητας ἐμποιεῖν. ὡς γὰρ τὰ ῥεύματα τῶν μὲν πυκνῶν ἀποκλύζεται χωρίων καὶ πηλὸν οὐ ποιεῖ τοῖς δʼ ἀραιοῖς ἀναμίγνυται μᾶλλον, οὕτως ὁ οἶνος ἐν τοῖς τῶν γερόντων σώμασιν ἔχει διατριβὴν ἑλκόμενος ὑπὸ τῆς ξηρότητος, ἄνευ δὲ τούτων ἰδεῖν ἔστι τὰ συμπτώματα τῆς μέθης τὴν τῶν γερόντων φύσιν ἐξ ἑαυτῆς ἔχουσαν · ἔστι γὰρ συμπτώματα μέθης ἐπιφανέστατα, τρόμοι μὲν ἄρθρων ψελλισμοὶ δὲ γλώσσης, πλεονασμοὶ δὲ λαλιᾶς ὀξύτητες δʼ ὀργῆς, λῆθαί τε καὶ παραφοραὶ διανοίας· ὧν τὰ πολλὰ καὶ περὶ τοὺς ὑγιαίνοντας ὄντα πρεσβύτας ὀλίγης ῥοπῆς δεῖται καὶ σάλου τοῦ τυχόντος· ὥστε μὴ γένεσιν ἰδίων ἀλλὰ κοινῶν ἐπίτασιν συμπτωμάτων γίγνεσθαι τὴν μέθην τῷ γέροντι· τεκμήριον δὲ τούτου τὸτὸ S: τοῦ μηδὲν εἶναι γέροντι νέου μεθυσθέντος ὁμοιότερον.