Kitap 4
1
ὦ Σόσσιε Σενεκίων, τοῦ Πολυβίου Σκιπίωνι παραινοῦντος Ἀφρικανῷ μὴ πρότερον ἐξ ἀγορᾶς ἀπελθεῖν ἢ φίλον τινὰ ποιήσασθαι τῶν πολιτῶν· φίλον δὲ δεῖδὲ δεῖ] δὴ δεῖ W. Fort. apodosis est in ὅρα deleto ἀλλʼ ut intermedia φίλον δὲ - - - συνεργόν parenthetice accipiantur cf. Praefat. p. LVI μὴ πικρῶς μηδὲ σοφιστικῶς ἀκούειν ἐκεῖνον τὸν ἀμετάπτωτον καὶ βέβαιον, ἀλλὰ κοινῶς τὸν εὔνουν· ὥσπερ ᾤετο χρῆναι ΔικαίαρχοςΔικαίαρχος] Mueller. 2 p. 268 εὔνους μὲν αὑτῷ παρασκευάζειν ἅπαντας, φίλους δὲ ποιεῖσθαι τοὺς ἀγαθούς;. φιλία γὰρ ἐν χρόνῳ πολλῷ καὶ διʼ ἀρετῆς ἁλώσιμον· εὔνοιαν δὲ καὶ χρεία καὶ ὁμιλία καὶ παιδιὰ πολιτικῶν ἀνδρῶν ἐπάγεται, καιρὸν λαβοῦσα πειθοῦς φιλανθρώπου καὶ χάριτος συνεργόν. ἀλλʼ ὅρα τὸ τῆς παραινέσεως, εἰ μὴ μόνον ἔχει δεξιῶς; πρὸς ἀγορὰν ἀλλὰ καὶ πρὸς συμπόσιον· ὥστε δεῖν μὴ πρότερον ἀναλύειν ἢ κτήσασθαί τινα τῶν συγκατακειμένων καὶ παρόντων εὔνουν ἑαυτῷ καὶ φίλον. εἰς ἀγορὰν μὲν γὰρ ἐμβάλλουσι πραγμάτων εἵνεκεν καὶ χρειῶν ἑτέρων, εἰς δὲ συμπόσιον οἵ γε νοῦν ἔχοντες ἀφικνοῦνται κτησόμενοι φίλους οὐχ ἧττον ἢ τοὺς ὄντας εὐφρανοῦντες. διότι τῶν μὲν ἄλλων ζητεῖν ἐκφορὰν κἀνελεύθερονem. X: κἂν ἐλεύθερον (ἀνελεύθερον Vd P) ἂν εἴη καὶ φορτικόν, τὸ δὲ φίλων πλέον ἔχοντας ἀπιέναιem. Epmperius: ἀπεῖναι καὶ ἡδὺ καὶ σεμνόν ἐστι. καὶ τοὐναντίον ὁ τούτου παραμελῶν ἄχαριν αὑτῷαὐτῷ mei καὶ ἀτελῆ τὴν συνουσίαν ποιεῖ καὶ ἄπεισι τῇ γαστρὶ σύνδειπνος οὐ τῇ ψυχῇ γεγονώς· ὁ γὰρ σύνδειπνος οὐκ ὄψου καὶ οἴνου καὶ τραγημάτων μόνον, ἀλλὰ καὶ λόγων κοινωνὸς ἣκει καὶ παιδιᾶςM: παιδείας καὶ φιλοφροσύνης εἰς εὔνοιαν τελευτώσης. αἱ μὲν γὰρ παλαιόντων ἐπιβολαὶ καὶ ἕλξεις κονιορτοῦ δέονται, ταῖς δὲ φιλικαῖς λαβαῖς ὁ οἶνος ἁφὴν ἐνδίδωσι μιγνύμενος λόγῳ λόγος γὰρ αὐτῷ τὸ φιλάνθρωπον καὶ ἠθοποιὸν ἐπὶ τὴν ψυχὴν ἐκ τοῦ σώματος ἐποχετεύει καὶ συνδίδωσινσυνενδίδωσιν?· εἰ δὲ μή, πλανώμενος ἐν τῷ σώματι πλησμονῆς οὐδὲν σπουδαιότερον παρέσχεν. ὅθεν ὥσπερ ὁ μάρμαρος, τοῦ διαπύρου σιδήρου τῷ καταψύχειν τὴν ἄγαν ὑγρότητα καὶ ῥύσιν ἀφαιρῶν, εὔτονον ποιεῖ τὸ μαλασσόμενον αὐτοῦ καὶ τυπούμενον ὁ· οὕτως ὁ συμποτικὸς λόγος οὐκ ἐᾷ διαφορεῖσθαι παντάπασιν ὑπὸ τοῦ οἴνου τοὺς πίνοντας; ἀλλʼ ἐφίστησι καὶ ποιεῖ τῇ ἀνέσει τὸ ἱλαρὸν καὶ φιλάνθρωπον ἐγκέραστονἐπέραστον? καὶ κεχαρισμένον, ἄν τις ἐμμελῶς ἅπτηται, καθάπερ σφραγῖδι φιλίας εὐτυπώτωνem. R: εὐτυπώτατον καὶ ἁπαλῶν διὰ τὸν οἶνον ὄντων.