Kitap 4
4.2
ἐγίγνοντο δὴ λόγοι τοιαύτῃ συνουσίᾳ πρέποντες ἑκάστοτε· καί ποτε παρέσχον αἱ τράπεζαι, ποικιλώταται γενόμεναι, ζήτησιν ὑπὲρ ὄψων, πότερον τὰ ἐκ γῆς ἢ τὰ ἐκ θαλάττης ἐπιτηδειότερα καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ὑμνούντων τὰ ἐκ γῆς πολλὰ καὶ παντοδαπὰ καὶ δυσεξαρίθμητα τοῖς γένεσι καὶ ταῖς διαφοραῖς, τὸν Σύμμαχον ὁ Πολυκράτης προσαγορεύσας σὺ δʼ εἶπεν ἀμφίαλον ὢν ζῷον καὶ τοσαύταις ἐντεθραμμένος θαλάτταις, αἳ τὴν ἱερὰν πέριξπέριξ] περὶ mei. παρ’ ὑμῖν em. X ὑμῶν ἑλίττουσι Νικόπολιν, οὐκ ἀμύνεις τῷ Ποσειδῶνι;βούλομαί γε νὴ Δίʼ ὁ Σύμμαχος εἶπε, καὶ σὲ παραλαμβάνω καὶ παρακαλῶ, τὰ ἥδιστα τῆς Ἀχαϊκῆς καρπούμενον θαλάττης. οὐκοῦν ἔφη πρῶτον ὁ Πολυκράτης ἴωμεν ἐπὶ τὴν συνήθειαν. ὡς γὰρ πολλῶν ὄντων ποιητῶν ἕνα τὸν κράτιστον ἐξαιρέτως ποιητὴν καλοῦμεν, οὕτω πολλῶν ὄντων ὄψων ἐκνενίκηκεν ὁ ἰχθὺς μόνοςμόνος Athenaeus p. 276 e: μόνον ἢ μάλιστὰ γʼγε] τε mei ὄψον καλεῖσθαι διὰ τὸ πολὺ πάντων ἀρετῇ κρατεῖν. καὶ γὰρ ὀψοφάγους καὶ φιλόψουςφιλόψους] ὁλοψύχους mei λέγομεν οὐχὶ τοὺς βοείοις χαίρονταςτοῖς βοείοις κρέασι Nauckius (p. 652) ex Athenaeo, ὥσπερ Ἡρακλῆς ὃς τοῖς κρέασι χλωρὰ σῦκʼ ἐπήσθιενἐπήσθιεν X ex eodem: ἔχων ἤσθιεν οὐδὲ τὸν φιλόσυκονφιλόσυκον] φιλόσοφον mei οἷος ἦν Πλάτων, οὐοὐ] οὐδ’ αὖ τὸν an ἢ? φιλόβοτρυν οἷος Ἀρκεσίλαος· ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναδιδόνταςἀναδιδόντας] ἀλύοντας Cobetus. Cf. Hesychii: ἄνδινος περίπατος et ἀναδινίω πειπατῶ Eius loco ἀναστρεφομένους habet Athenaeus. Sed cf. neograecum ξεφυτρώνω ἑκάστοτε καὶ τοῦ κώδωνοςκώδωνος] κύνωνος mei ὀξέως ἀκούοντας. καὶ ὁ ΔημοσθένηςΔημοσθένης] 19, 230 τὸν Φιλοκράτην φησὶν ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἀγοράζειν,ἐπʼ ὀψοφαγίᾳ καὶ ἀσελγείᾳ τὸν ἄνδρα λοιδορῶν. ὁ δὲ Κτησιφῶν οὐ κακῶς, ὀψοφάγου τινὸς ἐν τῇ βουλῇ βοῶντος ῥαγήσεσθαι, μηδαμῶς εἶπεν ὦ ἄνθρωπε ποιήσῃς ἡμᾶς ἰχθυοβρώτους. ὁ δὲ τὸ στιχίδιον τοῦτο ποιήσας πρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίανcf. Kock. 3.p. 495 τί ποτε βούλεται; τί δʼ οἱ πολλοὶ βούλονται, πρὸς θεῶν, ὅταν ἡδέως γενέσθαι παρακαλοῦντες ἀλλήλους λέγωσι σήμερον ἀκτάσωμεν οὐχὶ τὸ παρʼ ἀκτῇ δεῖπνον ἥδιστον ἀποφαίνουσιν ὥσπερ ἔστιν; οὐ διὰοὐ διὰ] οὐ μὰ Δί’ διὰ? ib. τί γάρ, εἰ ἐπʼ? τὰ κύματα καὶ τὰς ψηφῖδας τί γάρ; ἐπʼ ἀκτῆς τις λέκυθον ὀψᾶται καὶ κάππαριν;ʼ ἀλλʼ ὡς ἰχθύος ἀφθόνου καὶ νεαροῦ τὴν παράλιον τράπεζαν εὐποροῦσαν. καὶ μέντοι καὶ πιπράσκεται παρὰ λόγον ἁπάντων τιμιώτατον τὸ θαλάττιον ὄψον· ὁ γοῦν Κάτων οὐχ ὑπερβολικῶς ἀλλʼ ἀληθῶς πρὸς τὴν τρυφὴν καὶ πολυτέλειαν τῆς πόλεως δημηγορῶν εἶπεν, ὅτι πλείονος πιπράσκεται ἐν Ῥώμῃ ἰχθὺς ἢ βοῦς. κεράμιόν τε γὰρ πωλοῦσι τιμῆς, ὅσην οὐκ ἂν ἑκατόμβη βούπρῳρος ἄλφοι κατακοπεῖσα. καίτοι φαρμάκων δυνάμεως ὁ ἰατρικώτατος ἄριστος κριτὴς καὶ μελῶν ἀρετῆς ὁ φιλομουσότατος, οὐκοῦν καὶ ἀρετῆς ὄψων ὁ φιλοψότατος· οὐ γὰρ Πυθαγόρᾳ γε τούτων οὐδὲ Ξενοκράτει διαιτητῇ χρηστέον, Ἀνταγόρᾳ δὲ τῷ ποιητῇ καὶ Φιλοξένῳ τῷ Ἐρύξιδος καὶ τῷ ζωγράφῳ Ἀνδροκύδει*: ἀνδροκύῃ, ὅν φασι τὴν Σκύλλαν ζωγραφοῦντα τοὺς περὶ αὐτὴν ἰχθῦς ἐμπαθέστατα καὶ ζωτικώτατα διʼ ὀψοφαγίαν ἐξεργάσασθαι. Ἀνταγόρᾳ δʼ ὁ βασιλεὺς Ἀντίγονος ἐν τῷ στρατοπέδῳ λοπάδα γόγγρων ἕψοντι περιεζωσμένῳ παραστὰς ἆρά γʼ εἶπε τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράφεινἂν γράφειν R. Potius ἂν ἀναγράφειν γόγγρους ἕψοντα; κἀκεῖνος οὐ φαύλως σὺ δʼ οἴει ἔφησε τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα, τίς ἐν τῷ στρατοπέδῳ γόγγρον ἕψει*: ἑψε͂ι; ταῦτʼ εἶπεν ὁ Πολυκράτης ἔγωγεἔγωγε M: ἐγὼ δὲ συμβάλλομαι καὶ ὑμῖνib. κεὶ ὑμῖν Madvigius καὶ νὴ Δία τοῖς ἰχθυοπώλαις ἀπὸ τῶν μαρτύρων καὶ τῆς συνηθείας.