Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 4

4.3 ἐγὼ δʼ ὁ Σύμμαχος ἔφη τῷ πράγματι μετὰ σπουδῆς πρόσειμι καὶ διαλεκτικώτερον. εἰ γὰρ ὄψον ἐστὶ τὸ τὴν τροφὴν ἐφηδῦνον, ἄριστον ἂν ὄψον εἴη τὸ μάλιστα τὴν ὄρεξιν ἐπὶ τῷ σίτῳ κατασχεῖν δυνάμενον. ὥσπερ οὖν οἱ προσαγορευθέντες Ἐλπιστικοὶ φιλόσοφοι συνεκτικώτατον εἶναι τοῦ βίου τὸ ἐλπίζειν ἀποφαίνονταιἀποφαίνονται X: ἀποφαι 4 Vd 8 E τῷ ἀπούσηςτῷ ἀπούσης X: τῶ πάσης ἐλπίδος οὐδʼοὐδʼ R: οὐχ ἡδυνούσης οὐκ ἀνεκτὸνοὐκ ἀνεκτὸν R: 4-5 Vd 8 E νεκτον εἶναι τὸν βίον, οὕτω καὶ τῆς ἐπὶ τὴν τροφὴν ὀρέξεως συνεκτικὸν θετέον, οὗ μὴ παρόντοςπαρόντος] παντὸς mei ἄχαρις γίγνεται τροφὴ πᾶσα καὶ δυσπρόσοιστοςem. Turnebus: δυσπρο 1-2 Vd nulla lac. E. τῶν μὲν οὖν ἐκ γῆς τοιοῦτον οὐδὲν εὑρήσεις, τῶν δὲ θαλαττίων τὸν ἅλα πρῶτον, οὗ χωρὶς οὐδὲν ὡς ἔπος εἰπεῖν ἐστιν ἐδώδιμον· ἀλλὰ καὶ τὸν ἄρτον οὗτος ἐμμιγνύμενος συνηδύνει· διὸ καὶ Δήμητρος σύνναος ὁ Ποσειδῶν, καὶ τῶν ἄλλων ὄψων οἱ ἅλες ἥδιστονἥδιστον R: ἥδιον cf. Poll. 6, 71. Hesych. Photius s. v. ἡδυντῆρες ὄψον εἰσίν. οἱ γοῦν ἥρωες εὐτελοῦς καὶ λιτῆς ἐθάδες ὥσπερ ἀσκηταὶ διαίτης ὄντες καὶ τῆς τροφῆς πᾶσαν ἡδονὴν ἐπίθετον καὶ περίεργον ἀφελόντες, ὡς μηδʼ ἰχθύσι χρῆσθαι παρὰ τὸν Ἑλλήσποντον στρατοπεδεύοντες, οὐχ ὑπέμενον τὰ κρέα χωρὶς ἁλῶν προσφέρεσθαι, μαρτυροῦντες ὅτι τοῦτο τῶν ὄψων μόνον ἀπαραίτητόν ἐστιν. ὡς γὰρ τὰ χρώματα τοῦ φωτόςτοῦ φωτός Benselerus: 6 Vd 9 E, οὕτως οἱ χυμοὶ τοῦ ἁλὸςτοῦ ἁλὸς idem: 3-4 Vd 7 E δέονται πρὸς τὸ κινῆσαικινῆσαι Turnebus: 4 Vd 7 E τὴν αἴσθησιν εἰ δὲ μήεἰ δὲ μή] ἐμὴ mei, βαρεῖς τῇ γεύσει προσπίπτουσι καὶ ναυτιώδεις. νέκυες γὰρ κοπρίων ἐκβλητότεροι καθʼ ἩράκλειτονἩράκλειτον] Bywater. p. 35, κρέας δὲ πᾶν νεκρόν ἐστι καὶ νεκροῦ μέρος· ἡ δὲ τῶν ἁλῶν δύναμις, ὥσπερ ψυχὴ παραγενομένη, χάριν αὐτῷ καὶ ἡδονὴν προστίθησι. διὸ καὶ προλαμβάνουσι τῆς ἄλλης τροφῆς τὰ δριμέα καὶ τὰ ἁλμυρά, καὶ ὅλως ὅσα μάλιστα τῶν ἁλῶν μετέσχηκε· γίγνεται γὰρ φίλτρα ταῦτα τῇ ὀρέξει πρὸς τἄλλα*: τὰ ἄλλα ὄψα, καὶ δελεασθεῖσα διὰ τούτων ἐπʼ ἐκεῖνα πρόσεισι νεαλὴς καὶ πρόθυμος· ἐὰν δʼ ἀπʼ ἐκείνων ἄρξηται, ταχέως ἀπαγορεύει. οὐ μόνον τοίνυν πρὸς τὴν τροφὴν ἀλλὰ καὶ πρὸς ποτὸντὸ ποτὸν? ὄψον εἰσὶν οἱ ἅλες. τὸ μὲν γὰρ ὉμηρικὸνὉμηρικὸν] Λ 630 ἐκεῖνο κρόμυον ποτῷ ὄψον ναύταις καὶ κωπηλάταις μᾶλλον ἢ βασιλεῦσιν ἐπιτήδειον ἦν· τὰ δʼ ὑφαλμυρίζοντα μετρίως τῶν σιτίων διʼ εὐστομίαν πᾶν μὲν οἴνου γένος ἡδὺ τῇ γεύσει καὶ λεῖον ἐπάγει, πᾶν δʼ ὕδωρ προσφιλὲς παρέχεσθαιπαρέχεσθαι ἄλκιμον] fort. παρέχει καὶ ἄλυπον cf. p. 141 b ἄλυπα καὶ προσφιλῆ παρέχειν. Alia exempla vid. in Symbolis ἄλκιμον· ἀηδίας δὲ καὶ δυσχερείας, ἣν ἐμποιεῖ τὸ κρόμμυον, οὐδʼ ὀλίγον μετέσχηκεν ἀλλὰ καὶ διαφορεῖ τὴν ἄλλην τροφὴν καὶ παραδίδωσιν εὐπειθῆ καὶ μαλακωτέραν τῇ πέψειπέψει Turnebus: ὄψει, εὔχαριν μὲν χάρινχάριν *: γὰρ cf. p. 685a ὄψου δύναμιν δὲ φαρμάκου τῷ σώματι τῶν ἁλῶνἀλῶν Turnebus: ἄλλων προσφερομένων. καὶ μὴν τὰ γʼ ἄλλα θαλάττης ὄψα πρὸς τῷ ἡδίστῳ καὶ τὸ ἀβλαβέστατον ἔχει· κρεώδη μὲν γάρ ἐστιν οὐ βαρύνει δʼ ὁμοίως, ἀλλὰ καταπέττεται καὶ διαφορεῖται ῥᾳδίως. μαρτυρήσει δʼ οὑτοσὶ Ζήνων καὶ νὴ Δία Κράτων, οἳ τοὺς ἀσθενοῦντας πρὸ τῶν ἄλλων ἁπάντων ἐπὶ τὸν ἰχθὺν ἄγουσιν ὡς κουφότατον ὄψων. καὶ λόγον ἔχει τὴν θάλατταν ὑγιεινὰ καὶ διαπεπονημένα τοῖς σώμασιν ἐκτρέφειν, εἴ γε καὶ ἡμῖν ἀέρα λεπτότητι καὶ καθαρότητι πρόσφορον ἀναδίδωσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi