Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 5

5.1 τὸ περὶ τὰς κατακλίσεις φαινόμενον ἄτοπον πλείονα λόγον παρέσχεν ἐν ταῖς ὑποδοχαῖς, ἃς ἐποιεῖτο τῶν φίλων ἕκαστος ἑστιῶν ἡμᾶς ἣκοντας ἀπὸ τῆς Ἀλεξανδρείας· ἐκαλοῦντο γὰρ ἀεὶ πολλοὶ τῶν ὁπωσοῦν προσήκειν δοκούντων, καὶ τὰ συμπόσια θορυβώδεις εἶχε τὰς συμπεριφορὰς καὶ τὰς διαλύσεις ταχείας. ἐπειδὴ δʼ Ὀνησικράτης ὁ ἰατρὸς οὐ πολλοὺς ἀλλὰἀλλὰ] ἀλλ’ ἢ? τοὺς σφόδρα συνήθεις καὶ οἰκειοτάτους παρέλαβεν ἐπὶ τὸ δεῖπνον, ἐφάνη μοι τὸ λεγόμενον ὑπὸ ΠλάτωνοςΠλάτωνος] Rep. p. 422 e. 423 bαὐξομένην πόλιναὐξομένην πόλιν (sc. εἶναι) Benselerus: αὐξομένῃ πόλει οὐ πόλιν συμποσίωσυμποσίῳ idem cum W: συμπόσια δεδόσθαιδεδόσθαι] λελέχθαι W. καὶ γὰρ συμποσίου μέγεθος ἱκανόν ἐστιν, ἄχρι οὗ συμπόσιονσυμπόσιον ἓν Kaltwasserus ἐθέλει μένειν· ἐὰν δʼ ὑπερβάλῃ διὰ πλῆθος, ὡς μηκέτι προσήγορον ἑαυτῷ μηδὲ συμπαθὲς εἶναι ταῖς φιλοφροσύναις μηδὲ γνώριμον, οὐδὲ συμπόσιόν ἐστι. δεῖ γὰρ οὐχ ὥσπερ ἐν στρατοπέδῳ διαγγέλοις οὐδʼ ὥσπερ ἐν τριήρει χρῆσθαι κελευσταῖς· αὐτοὺς δὲ διʼ ἑαυτῶν ἐντυγχάνειν ἀλλήλοις, ὥσπερ χοροῦ τοῦ συμποσίου τὸν κρασπεδίτην τῷ κορυφαίῳ συνήκοον ἔχοντος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi