Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 5

7.1 περὶ τῶν καταβασκαίνειν, καὶ βάσκανον ἔχειν ὀφθαλμὸν ἐμπεσόντος λόγου παρὰ δεῖπνον, οἱ μὲν ἄλλοι παντάπασιν ἐξεφλαύριζονem. Turnebus: ἐξεφλυάριζον τὸ πρᾶγμα καὶ κατεγέλων· ὁ δʼ ἑστιῶν ἡμᾶς ΜέστριοςVulcobius: μέτριος Φλῶρος ἔφη τὰ μὲν γιγνόμενα τῇ φήμῃ θαυμαστῶς βοηθεῖν· τῷ δʼ αἰτίας ἀπορεῖν ἀπιστεῖσθαι τὴν ἱστορίαν οὐ δικαίως, ὅπου, μυρίων ἐμφανῆ τὴν οὐσίαν ἐχόντων, ὁ τῆς αἰτίας λόγος ἡμᾶς διαπέφευγεν· ὅλως δʼ εἶπεν ὁ ζητῶν ἐν ἑκάστῳ τὸ εὔλογον ἐκ πάντων ἀναιρεῖ τὸ θαυμάσιον. ὅπου γὰρ ὁ τῆς αἰτίας ἐπιλείπει λόγος, ἐκεῖθεν ἄρχεται τὸ ἀπορεῖν, τουτέστι τὸ φιλοσοφεῖν· ὥστε τρόπον τινὰ φιλοσοφίαν ἀναιροῦσιν οἱ τοῖς θαυμασίοις ἀπιστοῦντες. δεῖ δʼ ἔφη τὸ μὲν διὰ τί γίγνεται τῷ λόγῳ μετιέναιAnonymus: μετεῖναι, τὸ δʼ ὅτι γίγνεται παρὰ τῆς ἱστορίας λαμβάνειν. ἱστορεῖται δὲ πολλὰ τοιαῦτα· γιγνώσκομεν γὰρ ἀνθρώπους τῷ καταβλέπειν τὰ παιδία μάλιστα βλάπτοντας, ὑγρότητι τῆς ἕξεως καὶ ἀσθενείᾳ τρεπομένης ὑπʼ αὐτῶν καὶ κινουμένης ἐπὶ τὸ χεῖρον, ἧττον δὲ τῶν στερεῶν καὶ πεπηγότων ἤδη τοῦτο πασχόντων. καίτοι τούς γε περὶ τὸν Πόντον οἰκοῦντας πάλαι ΘιβεῖςΘιβεῖς Hesychius: Θηβεῖς cf. Plin. H. N. 7, 2, 17 'in Ponto Thibiorum genus' προσαγορευομένους ἱστορεῖ ΦύλαρχοςΦύλαρχος] Mueller. 1 p. 354 οὐ παιδίοις μόνον ἀλλὰ καὶ τελείοις ὀλεθρίους εἶναι· καὶ γὰρ τὸ βλέμμα καὶ τὴν ἀναπνοὴν καὶ τὴν διάλεκτον αὐτῶν παραδεχομένους τήκεσθαι καὶ νοσεῖν· ᾔσθοντο δʼ ὡς ἔοικε τὸ γιγνόμενον οἱ μιγάδες, οἰκέταςοἱ μιγάδας οἰκέτας Valesius ἐκεῖθεν ὠνίους ἐξάγοντες. ἀλλὰ τούτων τὸ μὲν ἴσως ἧττόν ἐστι θαυμαστὸν ἡ γὰρ ἐπαφὴ καὶ συνανάχρωσις ἔχει τινὰ φαινομένην πάθους ἀρχήν· καὶ καθάπερ τὰ τῶν ἄλλων ὀρνέων πτερὰ τοῖς τοῦ ἀετοῦ συντεθέντα διόλλυται ψηχόμεναψηχόμενα Doehnerus: ψυχόμενα καὶ ἀπανθεῖ τῶν πτίλων μυδώντων, οὕτως οὐδὲν ἀπέχει καὶ ἀνθρώπου ψαῦσιν τὴν μὲν ὠφέλιμον εἶναι τὴν δʼ ἀπηνῆ καὶ βλαβεράν· τὸ δὲ καὶ προσβλεφθέντας ἀδικεῖσθαι συμβαίνει μὲν ὥσπερ εἴρηκα, τῷ δὲ τὴν αἰτίαν ἔχειν δυσθήρατον ἀπιστεῖται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi