Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 5

7.4 καὶ ὁ Σώκλαρος ἂν γʼ ἔφη πρότερον ἡμεῖς αὐτὰαὐτὰς R δοκιμάσωμεν· ἔστι γὰρ ὅ τι τοῦ λόγου καταφαίνεται κίβδηλον. εἰ γὰρ ἃ λέγουσι πολλοὶ περὶ τῶν βασκαινομένων ὡς ἀληθῆ τίθεμεν, οὐκ ἀγνοεῖς δήπουθεν ὅτι καὶ φίλους καὶ οἰκείους, ἔνιοι δὲ καὶ πατέρας ἔχειν ὀφθαλμὸν βάσκανον ὑπολαμβάνουσιν, ὥστε μὴ δεικνύναι τὰς γυναῖκας αὐτοῖς τὰ παιδία μηδὲ πολὺν ἐᾶν χρόνον ὑπὸ τῶν τοιούτων καταβλέπεσθαι· πῶς οὖν ἔτι δόξει φθόνου τὸ πάθος εἶναι; τί δʼ, πρὸς τοῦ Διός, ἐρεῖς περὶ τῶν ἑαυτοὺς καταβασκαίνειν λεγομένων; καὶ γὰρ τοῦτʼ ἀκήκοας· εἰ δὲ μή, πάντως ταῦτʼ ἀνέγνωκας καλαὶ μέν ποτʼ ἔσαν, καλαί, φόβαικαλαὶ φόβαι Emperius: καὶ φόβαι Εὐτελίδαο· ἀλλʼ αὑτὸναὑτὸν X: αὐτὸν βάσκαινεν ἰδὼν ὀλοφώιος ἀνὴρ δίνῃ ἐν ποταμῷidem: δινήεντι ποταμῷ· τὸν δʼ αὐτίκα νοῦσος ἀεικήςἀεικής] puncta add. Duebnerus ὁ γὰρ Εὐτελίδας λέγεται, καλὸς ἑαυτῷ φανεὶς· καὶ παθών τιπαθόντι mei πρὸς τὴν ὄψιν, ἐκ τούτου νοσῆσαι καὶ τὴν εὐεξίαν μετὰ τῆς ὥρας ἀποβαλεῖν. ἀλλʼ ὅρα πῶς ἔχεις εὑρησιλογίας*: εὐρεσιλογίας πρὸς τὰς τοιαύτας ἀτοπίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi