Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 5

9.1 μετὰ δὲ ταῦτα περὶ τῶν σύκων διηπορήθη, τί δήποτε πίων καὶ γλυκὺς οὕτω καρπὸς ἀπὸ δένδρου φύεται πικροτάτου· τῆς γὰρ συκῆς καὶ τὸ φύλλον διὰ τὴν τραχύτητα θρῖον ὠνόμασται, καὶ τὸ ξύλον ὀπῶδές; ἐστιν, ὥστε καόμενον μὲν ἐκδιδόναι δριμύτατον καπνὸν κατακαυθὲνidem: κατακαυθεῖσαν δὲ τὴν ἐκ τῆς τέφρας κονίαν ῥυπτικωτάτην παρέχειν ὑπὸ δριμύτητος. ὃ δʼ ἐστὶ θαυμασιώτατον, ἀνθούντων ἁπάντων ὅσα βεβλάστηκε καὶ καρπογονεῖ, μόνον ἀνανθές*: ἄνανθες ἐστι τὸ τῆς συκῆς φυτόν· εἰ δʼ, ὥς φασιν, οὐ κεραυνοῦται, καὶ τοῦτʼ ἄν τις ἀναθείη τῇ πικρότητι καὶ καχεξίᾳ τοῦ στελέχους· τῶν γὰρ τοιούτων οὐ δοκοῦσιν ἐπιθιγγάνειν οἱ κεραυνοί, καθάπερ οὐδὲ τῆς φώκης τοῦ δέρματος οὐδὲ τῆς ὑαίνης. ὑπολαβὼν οὖν ὁ πρεσβύτης ἔφη, ὅσον ἂν ἐνῇὅσον ἂν ἐνῇ * cf. p. 92b: πᾶν ὅσον ἔνεστι τῇ τροφῇ δριμύ. Psellus de omn. doctr. c. 152: πᾶν εἴ τι δριμὺ καὶ δύσοδμον ἐν τούτοις ᾗ τῷ φυτῷ γλυκύτητος, ἅπαν τοῦτο συνθλιβόμενον εἰς τὸν καρπὸν. εἰκότως δριμὺ ποιεῖνTurnebus: ποιεῖ καὶ ἄκρατον τὸ λειπόμενον· ῶσπερ γὰρ τὸ ἧπαρ, εἰς ἕνα τόπον τοῦ χολώδους ἀποκριθέντος, αὐτὸ γίγνεται γλυκύτατον οὕτω τὴν συκῆν εἰς τὸ σῦκον ἅπαν τὸ λιπαρὸν καὶ νόστιμον ἀφιεῖσαν αὐτὴν ἄμοιρον εἶναι γλυκύτητος. ἐπεί, ὅτι γε μετέχει τινὸς εὐχυμίας τὸ ξύλον, ἐκεῖνοἔφηVulcobius: ἔφηνποιοῦμαι σημεῖον, ὃ λέγουσιν οἱ κηπουροί· λέγουσι γουσι δὲ τοῦ πηγάνου τὸ φυόμενον ὑπʼ αὐτῇ καὶ παραφυτευόμενον ἣδιον εἶναι καὶ τῷ χυμῷ μαλακώτερον, ὡς ἂν ἀπολαῦόνἂν ἀπολαῦον idem: ἀναπαῦον τινὸς γλυκύτητος, κατασβέννυται τἄγαν*: τὸ ἄγαν βαρὺ καὶ κατάκορον, εἰ μὴ νὴ Δία τοὐναντίον ἡᾗ Leonicus (P): ἣ συκῆ περισπῶσα τὴν τροφὴν ἐξαιρεῖDuebnerus: ἐξαίρει τὸτὸ] τι M τῆς δριμύτητος.

Τίνες οἱ περὶ ἅλα καὶ κύαμον κύαμον Vulcobius: κύμινον cf. p. 663f· ἐν ᾧ καὶ διὰ τί τὸν ἅλα θεῖον ὁ ποιητὴς εἶπεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi