Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 5

10.1 ἐζήτει Φλῶρος, ἑστιωμένων ἡμῶν παρʼ αὐτῷ, τίνες ἂν εἶεν· οἱ περὶ ἅλα καὶ κύαμον ἐν τῇ παροιμίᾳ λεγόμενοι. καὶ τοῦτο μὲν ἐκ προχείρου διέλυσεν Ἀπολλοφάνης ὁ γραμματικός· οἱ γὰρ οὕτω συνήθεις ἔφη τῶν φίλων, ὥστε καὶ πρὸς ἅλα δειπνεῖν καὶ κύαμονκύαμον Vulcobius: κύμινον cf. p. 663f, ὑπὸ τῆς παροιμίας προβάλλονται. τὴν δὲ τῶν ἁλῶν τιμὴν ἀφʼ ὅτου γένοιτο διηποροῦμεν, ὉμήρουὉμήρου] I 214 μὲν ἄντικρυς λέγοντος πάσσε δʼ ἁλὸς θείοιο· ΠλάτωνοςΠλάτωνος] Tim. p. 60e, ubi pro κατὰ λόγον (=καταλο͂ν) scripserim κατ’ ἀνθρώπων (=κατανῶν) et deinde νόμον δὲ τῶντῶν] τὸ τῶν M ἁλῶν σῶμα κατὰ νόμον ἀνθρώπων θεοφιλέστατονθεοφιλὲς Plato rectius εἶναι φάσκοντος· ἐπέτεινε δὲ τὴν ἀπορίαν τὸ τοὺς Αἰγυπτίους ἱερέας ἁγνεύονταςἀγνεύοντας W: ἁγνοὺς ὄντας vid. Symb. ἀπέχεσθαι τὸ πάμπαν ἁλῶν, ὥστε καὶ τὸν ἄρτον ἄναλον προσφέρεσθαι. πῶς γάρ, εἰ θεοφιλὲς καὶ θεῖον, ἀφωσιώσαντοem. R: ἀφωσίωσαν;
10.2 Φλῶρος μὲν οὖν ἐᾶν ἐκέλευσε τοὺς Αἰγυπτίους, Ἑλληνιστὶ δʼ αὐτοὺς εἰπεῖν τι πρὸς τὸ ὑποκείμενον. ἐγὼ δʼ ἔφην οὐδὲ τοὺς Αἰγυπτίους μάχεσθαι τοῖς Ἕλλησιν· αἱ γὰρ ἁγνεῖαι καὶ παιδοποιίαν καὶ γέλωτα καὶ οἶνον καὶ πολλὰ τῶν ἄλλως ἀξίων σπουδῆς ἀφαιροῦσι· τοὺς δʼ ἅλας τάχα μὲν ὡς ἐπὶ συνουσίαν ἄγοντας ὑπὸ θερμότητος, ὡς ἔνιοι λέγουσι, φυλάττονται καθαρεύοντες· εἰκὸς δὲ καὶ ὡς ὄψον ἣδιστον παραιτεῖσθαι. κινδυνεύουσι γὰρ οἱ ἅλες τῶν ἄλλων ὄψων ὄψον εἶναι καὶ ἥδυσμα διὸ καὶ χάριτας ἔνιοι προσαγορεύουσιν αὐτούς, ὅτι τῆς τροφῆς τὸ ἀναγκαῖον ἡδὺ ποιοῦσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi