Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 5

1.2 ἐγὼ δέ, καίπερ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθείς, εἶπον ὅτι φύσει λογικοὶ καὶ φιλότεχνοι γεγονότες πρὸς τὸ λογικῶς καὶ τεχνικῶς πραττόμενον οἰκείως διακείμεθα καὶ θαυμάζομεν, ἂν ἐπιτυγχάνηται. καθάπερ γὰρ ἡ μέλιττα τῷ φιλόγλυκυς εἶναι πᾶσαν ὕλην, ᾗ τιᾗ τι X: ἥ τινι μελιτῶδες ἐγκέκραται, περιέπει καὶ διώκει· οὕτως ὁ ἄνθρωπος, γεγονὼς φιλότεχνος καὶ φιλόκαλος, πᾶν ἀποτέλεσμα καὶ πρᾶγμα νοῦ καὶ λόγου μετέχον ἀσπάζεσθαι καὶ ἀγαπᾶν πέφυκεν. εἰ γοῦν παιδίῳ μικρῷμικρῷ] del. W. Non opus idem: προσθείη προθείη τις ὁμοῦ μικρὸνμικρὸν] del. R μὲν ἄρτον, ὁμοῦ δὲ πεπλασμένον ἐκ τῶν αὐτῶναὐτῶν R ἀλεύρων κυνίδιον ἢ βοΐδιον, ἐπὶ τοῦτʼ ἂν ἴδοις φερόμενον καὶ ὁμοίως εἴ τιςεἴ τις Turnebus ἀργύριον ἄσημον, ἕτερος δὲ ζῴδιον ἀργυροῦν ἢ ἔκπωμα παρασταίη διδούς, τοῦτʼ ἂν λάβοι μᾶλλον, ᾧ τὸ τεχνικὸν καὶ λογικὸν ἐνορᾷ καταμεμιγμένον. ὅθεν καὶ τῶν λόγων τοῖς ᾐνιγμένοις χαίρουσι μᾶλλον οἱ τηλικοῦτοι καὶ τῶν παιδιῶν ταῖς περιπλοκήν τινα καὶ δυσκολίαν ἐχούσαις ἕλκει γὰρ ὡς οἰκεῖον ἀδιδάκτως τὴν φύσιν τὸ γλαφυρὸν καὶ πανοῦργον. ἐπεὶ τοίνυν ὁ μὲν ἀληθῶς ὀργιζόμενος ἢ λυπούμενος ἔν τισι κοινοῖς πάθεσι καὶ κινήμασινκινήμασιν] Salmasius: μιμήμασιν ὁρᾶται, τῇ δὲ μιμήσει πανουργία τις ἐμφαίνεται καὶ πιθανότης ἄνπερ ἐπιτυγχάνηται, τούτοις μὲν ἥδεσθαι πεφύκαμεν ἐκείνοις δʼ ἀχθόμεθα. καὶ γὰρ ἐπὶ τῶν θεαμάτων ὅμοια πεπόνθαμεν ἀνθρώπους μὲν γὰρ ἀποθνήσκοντας. καὶ νοσοῦντας ἀνιαρῶς ὁρῶμεν· τὸν δὲ γεγραμμένον Φιλοκτήτην καὶ τὴν πεπλασμένην Ἰοκάστην, ἧς φασιν εἰς τὸ πρόσωπον ἀργύρου τι συμμῖξαι τὸν τεχνίτην, ὅπως ἐκλείποντος*: ἐκλίποντος ἀνθρώπου καὶ μαραινομένου λάβῃ περιφάνειαν ὁ χαλκός, ἡδόμεθα καὶ θαυμάζομεν. τοῦτο δʼ εἶπον ἄνδρες Ἐπικούρειοι, καὶ τεκμήριόν ἐστι μέγα τοῖς Κυρηναϊκοῖς πρὸς ὑμᾶς τοῦ μὴ περὶ τὴν ὄψιν εἶναι μηδὲ περὶ τὴν ἀκοὴν ἀλλὰ περὶ τὴν διάνοιαν ἡμῶν τὸτὸ] τὸν mei ἡδόμενονἡδόμενον] δεόμενον iidem ἐπὶ τοῖς ἀκούσμασι καὶ θεάμασιν. ἀλεκτορὶς γὰρ βοῶσα συνεχῶς καὶ κορώνη λυπηρὸν ἄκουσμα καὶ ἀηδές ἐστιν, ὁ δὲ μιμούμενος ἀλεκτορίδα βοῶσαν καὶ κορώνην εὐφραίνει. καὶ φθισικοὺς μὲν ὁρῶντες δυσχεραίνομεν, ἀνδριάντας δὲ καὶ γραφὰς φθισικῶν ἡδέως θεώμεθα τῷ τὴν διάνοιαν ὑπὸ τῶν μιμημάτων ἄγεσθαι κατὰκατὰ W: καὶ κατὰ τὸ οἰκεῖον. ἐπεὶ τί πάσχοντες ἢ τίνος ἔξωθεν γενομένου πάθους τὴν ὗν τὴνὗν τὴν * Παρμένοντος οὕτως ἐθαύμασαν, ὥστε παροιμιώδη γενέσθαι; καίτοι φασὶ τοῦ Παρμένοντος εὐδοκιμοῦντος ἐπὶ τῇ μιμήσει, ζηλοῦντας ἑτέρους ἀντεπιδείκνυσθαι· προκατειλημμένων δὲ τῶν ἀνθρώπων καὶ λεγόντων εὖ μὲν ἀλλʼ οὐδὲν πρὸς τὴν Παρμένοντος ὗν, ἕνα λαβόντα δελφάκιον ὑπὸ μάλης λης, προελθεῖν· ἐπεὶ δὲ καὶ τῆς ἀληθινῆς φωνῆς ἀκούοντες ὑπεφθέγγοντο τί οὖν αὕτηαὐτῆ mei πρὸς τὴν Παρμένοντος ὗν; ἀφεῖναιem. Basileensis: συναφεῖναι τὸ δελφάκιον εἰς τὸ μέσον, ἐξελέγχοντα τῆς κρίσεως τὸ πρὸς δόξαν οὐ πρὸς ἀλήθειαν. ᾧᾧ] ὃ mei μάλιστα δῆλόν ἐστιν, ὅτι ταὐτὸib. *: τὸ αὐτὸ τῆς αἰσθήσεως πάθος οὐχ ὁμοίως διατίθησι τὴν ψυχήν, ὅταν μὴ προσῇ δόξα τοῦ λογικῶς ἢ φιλοτίμως περαίνεσθαι τὸ γενόμενονmalim τὸ γιγνόμενον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi