Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 5

3.3 ὁ μέντοι Λουκάνιος εἰς ἐμὲ βλέψας ἅμα καὶ μειδιῶν ὦ Πόσειδον*: ὦ Ποσειδῶν· ἔφη τοῦ πλήθους τῶν γραμμάτων· ἕτεροι δʼ ἡμῶν τῆς ἀμαθίας ὡς ἔοικε καὶ τῆς ἀνηκοΐας ἀπέλαυονem. Turnebus (P): ἀπέλαβον ἀναπείθοντες τοὐναντίον, ὡς ἡ μὲν πίτυς ἦν στέμμα τῶν ἀγώνων πάτριον, ἐκ δὲ Νεμέας κατὰ ζῆλον ὁ τοῦ σελίνου στέφανοςστέφανος S ξένος ὢν ἐπεισῆλθε διʼ Ἡρακλέα, καὶ κρατήσας ἠμαύρωσεν ἐκεῖνον ὡς ἱερὸν ἐπιτήδειονὡς ἱερὸν ἐπιτήδειον] ὡς ἱεροῖς ἀνεπιτήδειον R. καί (=ὡς) περ ὢν ἐπικήδειος?· εἶτα μέντοι χρόνῳ πάλιν ἀνακτησαμένη τὸ πάτριον γέρας ἡ πίτυς ἀνθεῖ τῇ τιμῇ. ἐγὼ γοῦν ἀνεπειθόμην καὶ προσεῖχον, ὥστε καὶ τῶν μαρτυρίων ἐκμαθεῖν πολλὰ καὶ μνημονεύειν, Εὐφορίωνα μὲν οὕτω πως περὶ Μελικέρτου λέγοντα κλαίοντες δέ τε κοῦρον ἐπ αἰλίσι πιτύεσσιἐπ’ αἰλίσι πιτύεσσι] ἐπ’ αἰγιαλῖσι πίτυσσι S. cf. Paus. 2, 1, 3. ὑπ’ αἰτεινῇσι πίτυσσι? κάτθεσαν, ὁκκότεὁκκόθε R δὴ στεφάνωνστεφάνους idem. malim στεφάνωμʼ ἄθλοις φορέονται. οὐ γάρ πω τρηχεῖα λαβὴλαβὴ Turnebus: λάβη mei κατεμήσατοκαταμήσατο Duebnerus χειρῶν μήνηςΜήνης idem: μίμης (μήμης P) παῖδα χάρωνα παρʼ Ἀσωποῦ γενετείρῃ, ἐξότε πυκνὰ σέλινα κατὰ κροτάφων ἐβάλοντο· ΚαλλίμαχονΚαλλίμαχον] fr. 103 ed. Schneideri δὲ μᾶλλον διασαφοῦντα· λέγει δʼ ὁ Ἡρακλῆς αὐτῷ περὶ τοῦ σελίνου καί μιν Ἀλητιάδαιem. Bentleius: ἀλητίδαι, πουλὺ γεγειότερον τοῦδε παρʼ Αἰγαίωνιem. Bachmannus: παρἀγεῶνι E. παρ’ αἰγέωνι P θεῷ τελέοντες ἀγῶνα, θήσουσιν νίκης σύμβολον Ἰσθμιάδος, ζήλῳ τῶν Νεμέηθε· πίτυν δʼ ἀποτιμήσουσιν, ἣ πρὶν ἀγωνιστὰς ἔστεφε τοὺς Ἐφύρῃ. ἔτι δʼ οἶμαι ΠροκλέουςTurnebus: περικλέους ἐντετυχηκέναι γραφῇ, περὶ τῶν Ἰσθμίων ἱστοροῦντος, ὅτι τὸν πρῶτον ἀγῶνα ἔθεσαν περὶ στεφάνου πιτυΐνου· ὕστερον δέ, τοῦ ἀγῶνος ἱεροῦ γενομένου, ἐκ τῆς Νεμεακῆς πανηγύρεως; μετήνεγκαν ἐνταῦθα τὸν τοῦ σελίνου στέφανον. ὁ δὲ Προκλῆς οὗτος ἦν εἷς τῶν ἐν Ἀκαδημείᾳ*: ἀκαδημίᾳΕενοκράτει συσχολασάντων.

Περὶ τοῦ ζωρότερον δὲ κέραιε.cf. Hom. I 203

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi