Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 6

Τίς αἰτία βουλίμου.

8.1 θυσία τις ἔστι πάτριος, ἣν ὁ μὲν ἄρχων ἐπὶ τῆς κοινῆς ἑστίας δρᾷ τῶν δʼ ἄλλων ἕκαστος ἐπʼ οἴκου· καλεῖται δὲ βουλίμου ἐξέλασις· καὶ τῶν οἰκετῶν ἕνα τύπτοντες ἀγνίναις ῥάβδοις διὰ θυρῶν ἐξελαύνουσιν, ἐπιλέγοντες ἔξω Βούλιμον ἔσω δὲ πλοῦτον καὶ ὑγίειανἔξω μὲν βούλιμον, ἔσω δὲ πλουθυγίειαν Cobetus ut hexameter exeat. cf. Bergk. 3 p. 681 ἄρχοντος οὖν ἐμοῦ, πλείονες ἐκοινώνουν τῆς θυσίας· κᾆθʼ ὡς ἐποιήσαμεν τὰ νενομισμένα καὶ πάλιν κατεκλίνημεν, ἐζητεῖτο πρῶτον ὑπὲρ αὐτοῦ τοῦ ὀνόματος ἔπειτα τῆς φωνῆς, ἣν ἐπιλέγουσι τῷ διωκομένῳ, μάλιστα δʼ ὑπὲρ τοῦ πάθους καὶ τῶν κατʼ αὐτὸ γιγνομένων. τὸ μὲν οὖν βούλιμονβούλιμον] λιμὸν mei λιμὸνλιμὸν Herwerdenus ἐδόκει μέγαν ἢ δημόσιον ἀποσημαίνειν, καὶ μάλιστα παρʼ ἡμῖν τοῖς Αἰολεῦσιν ἀντὶ τοῦ β τῷ π χρωμένοις· οὐ γὰρ βούλιμον, ἀλλὰ πούλιμον, οἷον πολὺν ὄντα λιμόνπολὺν ὄντα λιμὸν scripsi cum R: πολύνον πάλιν, ὀνομάζομεν. ἐδόκει δʼ ἡ βούβρωστιςβούβρωστις] cf. Hom. Ω 532 ἕτερονοὐχ ἕτερον Madvigius εἶναι· τὸ δὲ τεκμήριον ἐλαμβάνομεν ἐκ τῶν ΜητροδώρουΜητροδώρου] Mueller. 3 p. 205 fr. 14 Ἰωνικῶν· ἱστορεῖ γάρ, ὅτι Σμυρναῖοι τὸ παλαιὸν Αἰολεῖς ὄντες θύουσι Βουβρώστει ταῦρον μέλανα, καὶ κατακόψαντες αὐτόδορον ὁλοκαυτοῦσιν. ἐπεὶ δὲ πᾶς μὲν ἔοικεν ὁ λιμὸς νόσῳ, μάλιστα δʼ ὁ βούλιμος, ἐπιγίγνεσθαι, παθόντος παρὰ φύσιν τοῦ σώματος, εἰκότως ἀντιτάττουσιν ὡς μὲν ἐνδείᾳ τὸν πλοῦτον ὡς δὲ νόσῳ τὴν ὑγίειαν. ὡς δὲ ναυτιᾶν ὠνομάσθη μὲν ἐπὶ τῶν ἐν νηὶ καὶ κατὰ πλοῦν τὸν στόμαχον ἐκλυομένων, ἔθει δʼ ἴσχυκεν ἤδη καὶ κατὰ τῶν ὁπωσοῦν τοῦτο πασχόντων ὄνομα τοῦ πάθους εἶναι· οὕτως ἄρα καὶ τὸ βουλιμιᾶν ἐκεῖθεν ἀρξάμενον ἐνταῦθα διέτεινε. ταῦτα μὲν οὖν ἔρανον κοινὸν ἐκ πάντων συνεπλήρουνM: συνεπλήρου λόγωνTurnebus: λέγων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi