Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 6

8.2 ἐπειδὴ δʼἐπειδὴ δʼ Benselerus: ἐπεὶ δὲ δὴ ἡπτόμεθα τῆς αἰτίας τοῦ πάθους, πρῶτον μὲν ἠπορήθη τὸ μάλιστατο’ αἴτιον τοῦ μάλιστα R βουλιμιᾶν τοὺς διὰ χιόνος πολλῆς βαδίζοντας, ὥσπερ καὶ Βροῦτος ἐκ Δυρραχίου πρὸς Ἀπολλωνίαν ἰὼνἰὼν Madvigius ἐκινδύνευσεν ὑπὸ τοῦ πάθους· ἦν δὲ νιφετὸς πολὺς καὶ τῶν τὰ σιτία κομιζόντων οὐδεὶς ἐξηκολούθει· λιποθυμοῦντος*: λειποθυμοῦντος οὖν αὐτοῦ καὶ ἀπολιπόντοςpro ἀπολιπόντος dat μηδενὸς ἔχοντος - μηδὲν ἐδώδιμον Vit. Brut. c. 26, ἠναγκάσθησαν οἱ στρατιῶται προσδραμόντες τοῖς τείχεσιν ἄρτον αἰτῆσαι παρὰ τῶν τειχοφυλάκων πολεμίωντοῖς τείχεσι τῶν πολεμίων ἄρτ. αἰτ. παρὰ τῶν τειχοφυλάκων Doehnerus· καὶ λαβόντες εὐθὺς ἀνεκτήσαντο τὸν Βροῦτον· διὸ καὶ φιλανθρώπως ἐχρήσατο πᾶσι κύριος τῆς πόλεως γενόμενος. πάσχουσι δὲ τοῦτο καὶ ἵπποι καὶ ὄνοιὄνοι] ἡμίονοι Psellus, καὶ μάλισθʼ ὅτανὅταν idem: ὅταν ἢ ἰσχάδας ἢἢ] καὶ idem μῆλα κομίζωσιν. ὃ δὲ θαυμασιώτατόν ἐστιν, οὐκ ἀνθρώπους μόνον ἀλλὰ καὶ κτήνη μάλιστα πάντων ἐδωδίμων ἀναρρώννυσιν ἄρτος ὥστε, κἂν ἐλάχιστον ἐμφάγωσινἐμφάγωσιν] ἐὰν φάγωσιν mei, ἰῶνταιἰῶνται] εὐθὺς ἵστανται Psellus Fort. ἰῶνται ortum est ex ἱστῶνται (pro ἵστανται cf. Praefat. p. LXXXII). De re eadem Xen. Exped. 4, 5, 9 dixit: ἐπειδὴ δέ τι ἐμφάγοιεν, ἀνίσταντο καὶ ἐπορεύοντο καὶ βαδίζουσι.
8.3 γενομένης δὲ σιωπῆς, ἐγὼ συννοῶν ὅτι τὰ τῶν πρεσβυτέρων ἐπιχειρήματα τοὺς μὲν ἀργοὺς καὶ ἀφυεῖς οἷον ἀναπαύει καὶ ἀναπίμπλησι, τοῖς δὲ φιλοτίμοις καὶ φιλολόγοις ἀρχὴν ἐνδίδωσιν οἰκείαν καὶ τόλμαν ἐπὶ τὸ ζητεῖν καὶ ἀνιχνεύειν τὴν ἀλήθειαν, ἐμνήσθην τῶν ἈριστοτελικῶνἈριστοτελικῶν] cf. p. 884, 13a ἐν οἷς λέγεται, ὅτι, πολλῆς περιψύξεως γενομένης ἔξωθεν, ἐκθερμαίνεται σφόδρα τὰ ἐντὸς καὶ πολὺ σύντηγμα ποιεῖ· τοῦτο δʼ, ἐὰν μὲν ἐπὶ τὰ σκέλη ῥυῇ, κόπους ἀπεργάζεται καὶ βαρύτητας, ἐὰν δʼ ἐπὶ τὰς τῆς κινήσεως καὶ τῆς ἀναπνοῆς ἀρχάς, ἀψυχίαν ἢ καὶἢ καὶ] ἢ aut καὶ R ἀσθένειαν. ὅπερ οὖν εἰκός, τοῦ λόγου λεχθέντος, ἐπεραίνετο, τῶν μὲν ἐπιφυομένων τῷ δόγματι τῶν δʼ ὑπερδικούντων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi