Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 6

5.1 ἀλλὰ μὴν περὶ τῶν χαλίκων ἔφην ἢἢ] ἡ mei τῶν ἀκμόνωνἢ τῶν ἀκονῶν S, οὓς ἐμβάλλοντες εἰς τὸ ὕδωρ ψύχειν αὐτὸ καὶ στομοῦν δοκοῦσιν, εἰρημένον ἈριστοτέλειἈριστοτέλει Fragm. 213 μνημονεύεις.αὐτὸ τοῦτʼ ἔφη μόνον ἐν προβλήμασιν εἴρηκε τὸ γιγνόμενον· εἰς δὲ τὴν αἰτίαν ἐπιχειρήσομενἐπιχειρήσωμεν S ἡμεῖς· ἔστι γὰρ μάλισταμάλιστα] ἐν τοῖς μάλιστα Psellus δυσθεώρητος.πάνυ μὲν οὖν ἔφηνἔφην Basileensis: ἔφηκαὶ θαυμάσαιμʼ ἄν, εἰ μὴ διαφύγοι ὁ λόγος ἡμᾶς· ὅρα δʼ ὅμωςὅρα δὲ ὅμως W: ὅρᾶτε ὅλως. πρῶτον οὐοὖν οὐ? δοκεῖ σοι περιψύχεσθαιR: προψύχεσθαι μὲν ὑπὸ τοῦ ἀέρος τὸ ὕδωρ ἔξωθεν ἐμπίπτοντοςAnonymus: ἐκπίπτοντος, ὁ δʼ ἀὴρ μᾶλλον ἰσχύεινib. W: ἰσχύει πρὸς τοὺς λίθους καὶ τοὺς ἄκμοναςτοὺς ἄκμονας] τὰς μολιβδίδας Psellus. τὰς ἀκόνας S ἀπερειδόμενος; οὐ γὰρ ἐῶσιν αὐτόν, ὥσπερ τὰ χαλκᾶ*: χάλκεα καὶ τὰ κεραμεᾶκεράμεα mei τῶν ἀγγείων, διεκπίπτειν, ἀλλὰ τῇ πυκνότητι στέγοντες ἀνακλῶσινἀνακλῶσιν Doehnerus ex Psello: ἀναλοῦσιν εἰς τὸ ὕδωρ ἀπʼ αὐτῶν, ὥστε διʼ ὅλου καὶκαὶ] prius om. Psellus ἰσχυρὰν γίγνεσθαιγίνεσθαι idem: γενέσθαι τὴν περίψυξιν. διὸ καὶ χειμῶνος οἱ ποταμοὶ ψυχρότεροι γίγνονται τῆς θαλάττης· ἰσχύει γὰρ ἐν αὐτοῖς ὁ ψυχρὸς ἀὴρ ἀνακλώμενοςDoehnerus ex Psello: ἀναλώμενος, ἐν δὲ τῇ θαλάττῃ διὰ βάθος ἐκλύεται πρὸς μηδὲν ἀντερείδων. κατʼ ἄλλον δὲ τρόπον εἰκός ἐστι τὰ λεπτότερα τῶν ὑδάτων περιψύχεσθαι μᾶλλονμᾶλλον Basileensis: μᾶλλον ἢ ὑπὸ τοῦ ψυχροῦ· κρατεῖται γὰρ διʼ ἀσθένειαν. αἱ ἐάήἶκνι δʼ ἀκόναι καὶ οἱ χάλικες λεπτύνουσι τὸ ὕδωρ, ὅ τι θολερὸν καὶ γεῶδες ἀναμέμικται, τοῦτο συνάγοντες καὶ κατασπῶντες ἀπʼ αὐτοῦ, ὥστε λεπτότερον καὶ ἀσθενέστερον τὸ ὕδωρ γενόμενον μᾶλλον ὑπὸ περιψύξεως κρατεῖσθαι. καὶ μὴν ὅ τε μόλιβδος τῶν φύσει ψυχρῶν ἐστιν, ὅς γε τριβόμενος ὄξει τὸ ψυκτικώτατον τῶν θανασίμων φαρμάκων ἐξανίησι ψιμύθιον*: ψιμίθιον οἵ τε χάλικες τῆib. τῇ Psellus πυκνότητι τὸ ψυχρὸν διὰ βάθους ποιοῦσι· πᾶς μὲν γὰρ λίθος κατεψυγμένης καὶ πεπιλημένης ὑπὸ κρύους γῆς πάγος ἐστί, μᾶλλον δʼ ὁ μᾶλλον πεπυκνωμένος· ὥστʼ οὐκ ἄτοπον, εἰ τὴν ψυχρότητα τοῦ ὕδατος ἀντερείδων συνεπιτείνει καὶ ὁ λίθος καὶ ὁ μόλιβδος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi