Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 7

1 χαρίεντος ἀνδρός, ὦ Σόσσιε Σενεκίων, καὶ φιλανθρώπου λόγον ἔχουσι Ῥωμαῖοι διὰ στόματος, ὅστις ἦν ὁ εἰπών, ἐπεὶ μόνος ἐδείπνησε, βεβρωκέναι, μὴ δεδειπνηκέναι σήμερον· ὡς τοῦ δείπνου κοινωνίαν καὶ φιλοφροσύνην ἐφηδύνουσαν ἀεὶ ποθοῦντος. ΕὔηνοςΕὔηνος] Bergk. 2 p. 271 μὲν γὰρ ἔλεγε τὸ πῦρ ἥδιστον εἶναι ἡδυσμάτωνἡδυσμάτων εἶναι Doehnerus cf. p. 1010c, καὶ τὸν ἅλα θεῖον ὍμηροςὍμηρος] I 214 οἱ δὲ πολλοὶ χάριτας καλοῦσιν, ὅτι ἐπὶὅτι ἐπὶ] ὅτι? τὰ πλεῖστα μιγνύμενος εὐάρμοστα τῇ γεύσει καὶ προσφιλῆ ποιεῖ καὶ κεχαρισμένα· δείπνου δὲ καὶ τραπέζης θειότατον ὡς ἀληθῶς ἥδυσμα φίλος ἐστὶ παρὼν καὶ συνήθης καὶ γνώριμος οὐ τῷ συνεσθίειν καὶ συμπίνειν, ἀλλʼ ὅτι λόγου μεταλαμβάνει καὶ μεταδίδωσιν, ἄν γε δὴ χρήσιμον ἐνῇ τι καὶ πιθανὸν καὶ οἰκεῖον τοῖς λεγομένοις· ἐπεὶ τούς γε πολλοὺς αἱ παρʼ οἶνον ἀδολεσχίαι ληροῦντας ἐμβάλλουσι πρὸς τὰ πάθηπρὸς τὰ αἴχιστα πάθη R. πρὸς τὴν μέθην? καὶ προσδιαστρέφουσιν. ὅθεν ἄξιόν ἐστι μηδὲν ἧττον λόγους ἢ φίλους δεδοκιμασμένους παραλαμβάνειν ἐπὶ τὰ δεῖπνα, τοὐναντίον ἢ Λακεδαιμόνιοι φρονοῦντας καὶ λέγοντας· ἐκεῖνοι μὲν γάρ, ὅτανὅταν *: ὅτε νέον ἢ ξένον εἰς τὸ φιδίτιονBasileensis: φιλέστιον παραλάβωσι, τὰς θυρίδας δείξαντες ταύτῃ φασὶν οὐκ ἐξέρχεται λόγος· ἡμεῖς, δʼ ἑαυτοὺς χρῆσθαι λόγοις συνεθίζομενAnonymus: συνεθιζομένων, ὧν πᾶσὶν ἐστι καὶ πρὸς πάντας ἐξαγωγή, διὰ τὰς ὑποθέσεις μηδὲν ἀκόλαστον μηδὲ βλάσφημον μηδὲ κακόηθες ἐχούσαςBasileensis: ἔχουσα μηδʼ ἀνελεύθερον. ἔξεστι δὲ κρίνειν τοῖς παραδείγμασιν, ὧν τὴν ἑβδόμην δεκάδα τουτὶ περιέχει τὸ βιβλίον.

Πρὸς τοὺς ἐγκαλοῦντας Πλάτωνι τὸ ποτὸν εἰπόντι διὰ τοῦ πνεύμονος ἐξιέναι.

1 / 29 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi