Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 7

5.3 ταῦτα τοῦ Καλλιστράτου εἰπόντοςM: ἐπιόντος, ὁ Λαμπρίας ὁρῶν ἔτι μᾶλλον ἐκείνους τοὺς τῶν· ἀκροαμάτων χορηγοὺς θρασυνομένους οὐ τοῦτʼ ἔφη τὸ αἴτιον, ὦ παῖ Λέοντος, ἀλλά μοι δοκοῦσιν οὐκ ὀρθῶς οἱ παλαιοὶ παῖδα Λήθης τὸν Διόνυσον ἔδει γὰρ πατέρα προσαγορεύειν ὑφʼ οὗ καὶ σὺ νῦν ἀμνημονεῖν ἔοικας, ὅτι τῶν περὶ τὰς ἡδονὰς ἁμαρτανομένων τὰ μὲν ἀκρασία τὰ δʼ ἄγνοια ποιεῖ καὶ παρόρασις. ὅπου μὲν γὰρ ἡ βλάβη πρόδηλός ἐστι, ταῦτʼ ἀκρασίᾳ καταβιαζόμενοι τὸν λογισμὸν ἐξαμαρτάνουσιν· ὅσα δʼ οὐκ εὐθὺς οὐδὲ παραχρῆμα τῆς ἀκολασίας τὸν μισθὸν ἐπιτίθησι, ταῦθʼ ὑπʼ ἀγνοίας τοῦ βλάπτοντος αἱροῦνται καὶ πράττουσι. διὸ τοὺς μὲν περὶ ἐδωδὰς καὶ ἀφροδίσια καὶ πότους ἀστοχοῦντας, οἷς νόσοι τε πολλαὶ καὶ χρημάτων ὄλεθροι συνακολουθοῦσι καὶ τὸ κακῶς ἀκούειν, ἀκρατεῖς προσαγορεύομεν ὡς Θεοδέκτην ἐκεῖνον εἰπόντα χαῖρε φίλον φῶς ὀφθαλμιῶντα, τῆς ἐρωμένης ἐπιφανείσης· ἢἢ] om. mei τὸν Ἀβδηρίτην Ἀνάξαρχον, ὅς ῥα καὶ εἰδώς, cf. Mullach. 1 p. 87ὡς φάσαν, ἄθλιοςἄθλιος] λέλιος mei ἔσκε· φύσις δέ μιν ἔμπαλιν ἦγενἦγεν] ἦκεν iidemἡδονοπλήξ, τῇτῇ] ἣν p. 446 c πλεῖστοι ὑποτρείουσιὑποτρομέουσι Nauckius σοφιστῶν. ὅσαι δὲ τῶν ἡδονῶν τοὺς περὶ γαστέρα καὶ αἰδοῖα καὶ γεῦσιν καὶ ὄσφρησιν ἀντιτεταγμένους αὐταῖς καὶ ὅπωςκαὶ ὅπως Madvigius: ὅπως οὐχ ἁλώσονται προσέχονταςidem: καὶ προσέχοντας, ἐκπεριοδεύουσαιib. Anonymus: ἐκπεριοδεῦσαι περὶ τὰ ὄμματα καὶ τὰ ὦτα λανθάνουσιν ἐνῳκισμέναι καὶ λοχῶσαι, τούτουςR: τοὺς ἐκείνων οὐδὲν ἧττον ἐμπαθεῖς ὄντας καὶκαὶ] del. Madvigius ἀκολάστους ἀκρατεῖςἀκρατεῖς R: καὶ ἀκρατεῖς ὁμοίωςὅμως W οὐ καλοῦμεν· οὐ γὰρ εἰδότες ἀλλὰ διʼ ἀπειρίαν ὑποφέρονται, καὶ νομίζουσι τῶν ἡδονῶν εἶναι κρείττονες, ἂν ἐν θεάτροις ἄσιτοι καὶ ἄποτοι διημερεύσωσιν ὥσπερ εἰ τῶν κεραμίων μέγα φρονοίη τὸ μὴ ἀπὸμὴ ἀπὸ * τῆς γαστρὸς αἰρόμενον ἢ τοῦ πυθμένος, ἐκ δὲ τῶν ὤτων ῥᾳδίως μεταφερόμενον. ὅθεν Ἀρκεσίλαος οὐδὲν ἔφη διαφέρειν τοῖς ὄπισθεν εἶναι κίναιδον ἢ τοῖς ἔμπροσθεν. δεῖ δὲ καὶ τὴν ἐν ὄμμασι καὶ τὴν ἐν ὠσὶτὴν ἐν ὠσὶ] τὴν ἕνωσιν mei (recte ut vid. P). ἐν ὠσὶ Doehnerus ex Clem. 1. 1. γαργαλίζουσαν μαλακίαν καὶ ἡδυπάθειαν φοβεῖσθαι, καὶ μήτε πόλιν ἀνάλωτον νομίζειν τὴν τὰς ἄλλας πύλας βαλανάγραις καὶ μοχλοῖς καὶ καταρράκταιςR: καταράκταις ὀχυρὰς ἔχουσανib. Basileensis: ἐχούσης, ἂν διὰ μιᾶς οἱ πολέμιοι παρελθόντες ἔνδον εἰσίν· μήθʼ ἑαυτὸν ἀήττητον ὑφʼ ἡδονῆς, εἰ μὴ κατὰ τὸ Ἀφροδίσιον ἀλλὰ κατὰ τὸ Μουσεῖον ἑάλωκεν ἢ τὸ θέατρον· ὁμοίως γὰρ ἐγκέκλικεM: ἐκκέκλικε καὶ παρέδωκε ταῖς ἡδοναῖς ἄγειν καὶ φέρειν τὴν ψυχήν· αἱαἱ (l. αἳ) δὴ W δὲ παντὸς ὀψοποιοῦ καὶ μυρεψοῦ καὶ δριμύτερα καὶ ποικιλώτερα φάρμακα τῶν μελῶν καὶ τῶν ῥυθμῶν καταχεόμεναι τούτοις ἄγουσιν ἡμᾶς καὶ διαφθείρουσιν, αὑτῶν τρόπον τινὰ καταμαρτυροῦντας τῶνδε γὰρ οὔτε τι μεμπτὸνBergk. 1 p. 454οὔτʼ ὦν μεταλλάττονDuebnerus: οὐ τῶν μεταλλάττων ὡς Πίνδαρος ἔφη τῶν ἐπὶ ταῖς τραπέζαιςτραπέζαισιν Bergkius, ὅσσʼ ἀγλαὰ χθὼνib. Boeckhius: ὡς ἀγλαόχθωνπόντου τε ῥιπαὶ φέρουσινidem: φέρουσιν ἄρτι παρακειμένων. ἀλλʼ οὔτʼ ὄψον οὐδὲν οὔτε σιτίον οὔθʼ ὁ βέλτιστος οὑτοσὶ πινόμενος οἶνος ἐξήγαγεν ὑφʼ ἡδονῆς φωνήν, οἵωνοἵων] οἶον codd. ἄρτι τὰ αὐλήματα καὶ τὰ κρούματα τὴν οἰκίαν, εἰ μὴ καὶ τὴν πόλιν ἅπασαν, ἐμπέπληκε θορύβων καὶ κρότων καὶ ἀλαλαγμῶν. διὸ δεῖ μάλιστα ταύτας εὐλαβεῖσθαι τὰς ἡδονάς· ἰσχυρόταται γάρ εἰσιν, ἅτε δὴ μή, καθάπερ αἱ περὶ γεῦσιν καὶ ἁφὴν καὶ ὄσφρησιν, εἰς τὸ ἄλογον καὶ φυσικὸν ἀποτελευτῶσαι τῆς ψυχῆς, ἀλλὰ τοῦ κρίνοντος ἁπτόμεναι καὶ τοῦ φρονοῦντος· ἔπειτα ταῖς μὲν ἄλλαις ἡδυπαθείαις κἂν ὁ λογισμὸς ἐλλίπῃ διαμαχόμενος, ἀλλὰ τῶν παθῶν ἔνια πολλάκις ἐμποδών ἐστι· καὶ γὰρ ἐν ἰχθύων ἀγορᾷ μικρολογία καθαιρεῖSalmasius: καθαίρει δάκτυλον ὀψοφάγου καὶ πολυτελοῦς ἑταίρας ἀπέστρεψε φιλαργυρία φιλογυνίαν· ὥσπερ ἀμέλει παρὰ τῷ Μενάνδρῳ τῶντῶν R: παρὰ τῶν συμποτῶν ἕκαστος ἐπιβουλευόμενος ὑπὸ τοῦ πορνοβοσκοῦ σοβαράν τινα παιδίσκην ἐπάγοντος αὐτοῖς κύψας καθʼ ἑαυτὸναὑτὸν p. 133 b τῶν τραγημάτων ἔφλα·Kock. 3 p. 183 χαλεπὸν γὰρ ὁ δανεισμὸς τῆς ἀκρασίας κόλασμα καὶ τὸ λῦσαι βαλλάντιον οὐ πάνυ ῥᾴδιον· ταύταις δὲ ταῖς ἐλευθερίαιςmalim ταῖς ἐλευθερίοις vid. Symb. λεγομέναις περὶπερὶ M ὦτα καὶ ὄμματα φιλομούσοις καὶ φιλαύλοις μουσομανίαις προῖκα καὶ ἀμισθὶ τῶν ἡδονῶν πάρεστιπάρεστι M: γάρ ἐστι πολλαχόθεν ἀρύτεσθαι καὶ ἀπολαύειν, ἐν ἀγῶσιν, ἐν θεάτροις, ἐν συμποσίοις, ἑτέρων χορηγούντων· ὅθεν ἕτοιμον τὸ διαφθαρῆναι τοῖς μὴ βοηθοῦντα καὶ παιδαγωγοῦντα τὸν λογισμὸν ἔχουσι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi