Kitap 7
10.2
ἐπιβούλως δὴ πάνυ καὶ σοφιστικῶς ὁ ἀδελφὸς ἡμῶν οἴει γὰρ ἄν ἔφη τινὰ τοὺς ἐνδεχομένους λόγους εὑρεῖν ἐν τῷ παρόντι καιρῷ πρὸς τὸ πρόβλημα; τοῦ δὲ Νικοστράτου πάνυ φήσαντος οἴεσθαι, τοσούτων φιλολόγων καὶ πολιτικῶν παρόντων, ὑπομειδιάσας ἐκεῖνος εἶτʼ ἔφη περὶ τούτων μὲν οἴει καὶ σεαυτὸν ἱκανῶς ἂν εἰπεῖν πρὸς ἡμᾶς, πρὸς δὲ πραγματικὴν καὶ πολιτικὴν σκέψιν ἀθέτως ἔχειν διὰ τὸν οἶνον; ἢ τοῦθʼ ὅμοιόν ἐστι τῷ νομίζειν ὅτι ταῖς ὄψεσιν ὁ πίνων γὰρlac. add. Duebnerus. Suppleo ὁ πίνων ΠΑΡ[ορῶν τὰ μεγάλα, τὰ μικρὰ ὑΠΕΡ]ευ μεταβλέπει cf. p. 611b: τὰ δὲ - μεγάλα - ὑπέρευ παρορῶντες εὖ μεταβλέπει, αὖθις δὲ τοῖς ὠσὶ παρακούει τῶν ἐντυγχανόντων καὶ διαλεγομένων, τῶν δʼ ᾀδόντων καὶ αὐλούντων ἀκριβῶς ἀκούει; ὡς γὰρ ἐνταῦθα μᾶλλον εἰκός ἐστι τῶν γλαφυρῶν τὰ χρειώδη τὴν αἴσθησιν ἐπιστρέφειν, οὕτω καὶ τὴν διάνοιαν. οὐ θαυμάσαιμί δ’ ἄν, εἴ τι τῶν φιλοσόφων καὶ περιττῶν ἐκφύγοι παρʼ οἶνονTurnebus: πάροινον εἰς δὲ πραγματικὰς σκέψεις ἀγομένην, πυκνοῦσθαι καὶ συνίστασθαι τῷ φρονεῖν εἰκός ἐστιν ὥσπερ ὁ Φίλιππος ἐν Χαιρωνείᾳ πολλὰ ληρῶν ὑπὸ μέθης καὶ καταγέλαστος ὤν, ἅμα τῷ προσπεσεῖν αὐτῷ περὶ σπονδῶν καὶ εἰρήνης λόγον, ἔστησε τὸ πρόσωπον καὶ συνήγαγε τὰς ὀφρῦς, καὶ τὸ ῥεμβῶδεςidem: ῥομβῶδες καὶ ἀκόλαστον ἐκσοβήσας εὖ μάλα βεβουλευμένην καὶ νήφουσαν ἔδωκε τοῖς Ἀθηναίοις ἀπόκρισιν. καίτοι τὸ πίνειν τοῦ μεθύειν διαφέρει, καὶ τοὺς μεθύοντας ὥστε ληρεῖν οἰόμεθα δεῖν ἀπιόντας καθεύδειν οἴνῳ δὲ χρωμένους ἐπὶ πλέον καὶ διαπίνοντας, ἄλλως νοῦν ἔχοντας ἄνδρας, οὐκ ἄξιον δεδιέναι μὴ σφαλῶσι τῷ λογισμῷ καὶ τὴν ἐμπειρίαν ἀποβάλωσιν, ὁρῶνταςὁρῶντας Leonicus ὀρχηστάς τε καὶ κιθαριστὰς οὐδέν τι χεῖρον ἐνἐν] ἢ mei συμποσίοις ἢ θεάτροις πράττοντας. ἡ γὰρ ἐμπειρία παροῦσα καὶ τὸ σῶμα ταῖς,· ἐνεργείαις ὀρθούμενον παρέχει καὶ συγκινούμενον ἀσφαλῶς· πολλοῖς δʼ ἰταμότητα θάρσους συνεργὸν ὁ ἄκρατος, οὐοὐ R: οὐδὲ βδελυρὰν οὐδʼ ἄκρατονἄκρατον] ἄκαιρον Hirschigius ἀλλʼ εὔχαριν καὶ πιθανὴν, προστίθησιν ὥσπερ καὶ τὸν Αἰσχύλον ἱστοροῦσι τὰς τραγῳδίας ἐμπίνοντα ποιεῖν, καὶ οὐχ, ὡς Γοργίαςὡς Γοργίας] ὡς γοργῶς (aut γαυριάσας aut δι’ ὀργῆς) Herwerdenus. Fort. ὥσπερ τις (sc. Aristophanes) εἶπεν, ἓν τῶν δραμάτων αὐτοῦ μεστὸνμεστὸν R: μέγιστον cf. Arist. Ran. 1021 ἌρεοςἈρεος *: ἄρεως vel ἀραιῶς εἶναι, τοὺς ἕπτʼ ἐπὶ Θήβας, ἀλλὰ πάντα Διονύσου. θερμαντικός γὰρ ὢν κατὰ τὸν ΠλάτωναΠλάτωνα] Tim. p. 60aτῆς ψυχῆς μετὰ τοῦ σώματος ὁ οἶνος εὔδρομον τὸ σῶμα ποιεῖ καὶ πόρους ῥήγνυσι φαντασιῶν ἐφελκομένων μετὰ τοῦ θαρρεῖν τὸν λόγον· ἔνιοι γὰρ εὑρετικὴν φύσιν ἔχοντες, ἐν δὲ τῷ νήφειν ἀτολμοτέραν καὶ πεπηγυῖαν, ὅταν εἰς τὸ πίνειν ἔλθωσιν, ὥσπερ ὁ λιβανωτός, ὑπὸ θερμότητος ἀναθυμιῶνται. τὸν δὲ δὴ φόβον οὐδενὸς ἧττον ἐμποδὼν ὄντα βουλευομένοις ἐξελαύνει, καὶ πολλὰ τῶν ἄλλων παθῶν ἀφιλότιμα καὶ ἀγεννῆ κατασβέννυσι, καὶ τὸ κακόηθες καὶ τὸ ὓπουλον ὥσπερ τινὰς διπλόας ἀναπτύσσει τῆς ψυχῆς, καὶ παντὸς ἤθους καὶ πάθους ποιεῖ καταφάνειαν ἐν τοῖς λόγοις· ἔστι δὲ παρρησίας καὶ διʼ αὐτὴν ἀληθείας γονιμώτατος. ἧς μὴ παρούσης, οὐδὲν ἐμπειρίας οὐδʼ ἀγχινοίας ὄφελοςἀληθείας - - ὄφελος] versus effecit Kock. 3 p. 474. ἀλλὰ πολλοὶ τῷ ἐπιόντιἐπιόντι Anonymus: ἕποντι χρώμενοι μᾶλλον κατορθοῦσιν ἢ εἰεἰ Doehnerus κρύπτουσιν ἐπιβούλως καὶ πανούργως τὸ παριστάμενον. οὐδὲν οὖν δεῖ δεδιέναι κινοῦντα τὰ πάθη τὸν οἶνον· κινεῖ γὰρ οὐ τὰ φαυλότατα, πλὴν ἐν τοῖς κακίστοις, ὧν οὐδέποτε νήφει τὸ βουλευόμενον· ἀλλʼ ὥσπερ τὰ κουρεῖα Θεόφραστος εἰώθει καλεῖν ἄοινα συμπόσια διὰ τὴν λαλιάν, οὕτως ἄοινος ἀεὶ μέθη καὶ σκυθρωπὴ ταῖς τῶν ἀπαιδεύτων ἐνοικεῖ ψυχαῖς, ἐπιταραττομένηἐπιταραττομέναις? ὑπʼ ὀργῆς τινος ἢ δυσμενείας ἢ φιλονεικίας ἢ ἀνελευθερίας· ὧν ὁ οἶνος ἀμβλύνων τὰ πολλὰ μᾶλλον ἢ παροξύνων οὐκ ἄφρονας οὐδʼ ἠλιθίους ἀλλʼ ἁπλοῦς ποιεῖ καὶ ἀπανούργους, οὐδὲ παρορατικοὺς τοῦ συμφέροντος ἀλλὰ τοῦ καλοῦ προαιρετικούς. οἱ δὲ τὴν πανουργίαν δεινότητα καὶ φρόνησιν ἡγούμενοι τὴν ψευδοδοξίαν καὶ ἀνελευθερίαν, εἰκότως ἀβελτέρους ἀποφαίνουσι τοὺς ἐν οἴνῳ λέγοντας ἀφελῶς καὶ ἀδόλως τὸ φαινόμενον. τοὐναντίον δʼ οἱ παλαιοὶ τὸν θεὸν ἘλευθερᾶDuebnerus: ἐλευθέρα καὶ Λύσιον ἐκάλουν καὶ μαντικῆς πολλὴνem. M: πολλῆς ἔχειν ἡγοῦντο μοῖραν, οὐ διὰ τὸ βακχεύσιμον καὶκαὶ] καὶ τὸ? μανιῶδεςὥσπερ ΕὐριπίδηςΕὐριπίδης] Bacch. 298 εἶπεν, ἀλλʼ ὅτι τὸ δουλοπρεπὲς καὶ περιδεὲς καὶ ἄπιστον ἐξαιρῶνDuebnerus: ἐξαίρων καὶ ἀπολύων τῆς ψυχῆς ἀληθείᾳ καὶ παρρησίᾳ χρῆσθαι πρὸς ἀλλήλους δίδωσιν.