Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 7

Διὰ τί τοῦ μὲν οἴνου τὸ μέσον, τοῦ δʼ ἐλαίου τὸ ἐπάνω, τοῦ δὲ μέλιτος τὸ κατώτατον γίγνεται βέλτιον.

3.1 Ἀλεξίων ὁ πενθερὸς κατεγέλα τοῦ ἩσιόδουἩσιόδου] OD 368 παραινοῦντος ἀρχομένου πίθου καὶ λήγοντος ἐμφορεῖσθαι, μεσσόθι δὲ φείδεσθαι ὅπου τὸ χρηστότατον οἰνάριον ἔστι. τίς γάρ ἔφη οὐκ οἶδεν, ὅτι τοῦ μὲν οἴνου τὸ μέσον γίγνεται βέλτιστον, τοῦ δʼ ἐλαίου τὸ ἀνωτάτω, τὸ δὲ κατωτάτω τοῦ μέλιτος; ὁ δʼ ἐᾶν ἐκέλευε τὸν ἐν μέσῳ οἶνονοἶνον] del Doehnerus καὶ περιμένειν, ἄχρι ἂν μεταβάλῃ πρὸς τὸ χεῖρον, ἀποδεοῦς τοῦ πίθου γενομένου. ῥηθέντων δὲ τούτων, χαίρειν ἐάσαντες; τὸν Ἡσίοδον ἐπὶ τὸ ζητεῖν τὴν αἰτίαν τῆς διαφορᾶςR: τῆς αἰτίας τὴν διαφορὰν ὥρμησαν.
3.2 ὁ μὲν οὖν τοῦ μέλιτος λόγος οὐ πάνυ πολλὰ πράγματα παρέσχεν ἡμῖν, πάντων ὡς ἔπος εἰπεῖν ἐπισταμένων, ὅτι τὸ κουφότατον ὑπὸ μανότητος κουφότατὸν ἐστι, τὸ δὲ πυκνὸν καὶ συνεχὲς διὰ βάρος ὑφίσταται τῷ λοιπῷ· κἂν περιτρέψῃς τὸ ἀγγεῖον, αὖθις ὀλίγῳ χρόνῳ τὴν προσήκουσαν ἑκάτερον ἀπολαμβάνει χώραν, τοῦ μὲν κάτω φερομένου τοῦ δʼ ἐπιπολάζοντος. οὐ μὴν οὐδʼ ὁ οἶνος ἀπελείφθη πιθανῶν ἐπιχειρημάτων· πρῶτον μὲν γὰρ ἡ δύναμις αὐτοῦ, θερμότης οὖσα, πρὸς τὸ μέσον εὐλόγως δοκεῖ συνῆχθαι μάλιστα, καὶ τοῦτο διατηρεῖν βέλτιστον· ἔπειτα τὸ μὲν κάτω διὰ τὴν τρύγα φαῦλον εἶναι, τὸ δʼ ἐξ ἐπιπολῆς τοῦ ἀέρος φθείρεσθαι πλησιάζοντος. ὅτι γὰρ ἐξίστησιν ὁ ἀὴρ τῆς ποιότητος τὸν οἶνον ἴσμενR: ἐπισφ. ἴσμεν ἐπισφαλέστατονἐπισφαλέστερον mei ὄντα· διὸ καὶ κατορύττουσι τοὺς πίθους καὶ σκεπάζουσιν, ὅπως ὅτι σμικρότατος ἀὴρ αὐτῶν ἐπιψαύῃ. τὸ δὲ μέγιστον, οὐ φθείρει πλῆρες ἀγγεῖον οὕτω ῥᾳδίως οἶνον ὡς ἀποδεὲς γενόμενον· πολὺς γὰρ εἰς τὸ κενούμενον ἐπεισρέων ὁ ἀὴρ ἐξίστησι μᾶλλον· ἐν δὲ τοῖς μεστοῖς ὁ οἶνος αὐτὸς ὑφʼ αὑτοῦ συνέχεται, πολὺ τοῦ φθείροντος ἔξωθεν μὴ παραδεχόμενος·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi