Kitap 7
3.3
τὸ δʼ ἔλαιον οὐ φαύλην διατριβὴν παρέσχεν. ὁ μὲν γάρ τις ἔφη τὸ κάτω τοῦ ἐλαίου γίγνεσθαι χεῖρον, ὑπὸὑπὸ *: ἀπὸ τῆς ἀμόργης ἀναθολούμενον, οὐ τὸ ἄνω βέλτιον ὂνὂν * ἀλλὰ δοκοῦν, ὅτι πορρωτάτω τοῦ βλάπτοντός ἐστιν. ἄλλος ᾐτιᾶτο τὴν πυκνότητα, διʼ ἣν ἀμικτότατόν ἐστι καὶ τῶν ἄλλων ὑγρῶν οὐδὲν εἰς αὑτὸ δέχεται, πλὴν βίᾳ καὶ ὑπὸ πληγῆς ἀνακοπτόμενον· ὅθεν οὐδὲ τῷ ἀέρι δίδωσιν ἀνάμιξιν, ἀλλʼ ἀποστατεῖἀποστατεῖν mai διὰ λεπτότητα τῶν μορίων καὶ συνέχειαν, ὥσθʼ ἧττον ὑπʼ αὐτοῦ τρέπεσθαι μὴ κρατοῦντος. ἐδόκει δὲ πρὸς τοῦτον ὑπεναντιοῦσθαι τὸν λόγον ἈριστοτέληςἈριστοτέλης] Fragm. 224, τετηρηκώς, ὥς φησιν, εὐωδέστερόν τε γιγνόμενον καὶ βέλτιον ὅλως τὸ ἐν τοῖς ἀποκενουμένοιςW: ἀποκειμένοις ἀγγείοις ἔλαιον· εἶτα τῷ ἀέρι τὴν αἰτίαν τῆς βελτιώσεως ἀνατίθησι· πλείων γάρ ἐστι καὶ κρατεῖ μᾶλλον εἰς ἀποδεὲς κατερχόμενοςR: κατερχόμενον τὸ ἀγγεῖον.
3.4
μήποτʼ οὖν ἔφην ἐγώ καὶ τοὔλαιοντοὔλαιον *: τὸ ἔλαιον ὁ ἀὴρ ὠφελεῖ καὶ βλάπτει τὸν οἶνον ὑπὸἀπὸ mei τῆς αὐτῆς δυνάμεως. οἴνῳ μὲν γὰρ ὠφέλιμον, ἐλαίῳ δʼ ἀσύμφορον παλαίωσις, ἣνTurnebus: ἦν ἑκατέρου προσπίπτων ὁ ἀὴρ ἀφαιρεῖ· τὸ γὰρ ψυχόμενον νεαρὸν διαμένειδιαμένει] διαφέρει mei, τὸ δʼ οὐκ ἔχον διαπνοὴν ὑπὸ συνεχείας ταχὺ παλαιοῦται καὶ ἀπογηράσκει · λελέχθαιλελέχθαι] καὶ λέλεκται W. καὶ γὰρ δοκεῖ (vel ἐδόκει cum R) λελέχθαι? πιθανῶς, ὅτι τοῖςτοῖς] τοὺς mei. τοὺς τόπους τοὺς? ἐπιπολῆς πλησιάζων ὁ ἀὴρ νεαροποιεῖ. διὸ τοῦ μὲν οἴνου τὸ ἄνω φαυλότατον τοῦ δʼ ἐλαίου βέλτιστον ἡ γὰρ παλαίωσις τῷ μὲν τὴν ἀρίστην τῷ δὲ τὴν κακίστην ἐμποιεῖ διάθεσιν.
Διὰ τί τοῖς πάλαι Ῥωμαίοις ἔθος ἦν μήτε τράπεζαν μὴ τράπεζαν mei αἰρομένην περιορᾶν κενὴν μήτε λύχνον σβεννύμενον.