Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 8

1 οἱ φιλοσοφίαν, ὦ Σόσσιε Σενεκίων, ἐκ τῶν συμποσίων ἐκβάλλοντες οὐ ταὐτὸ ποιοῦσι τοῖς τὸ φῶς ἀναιροῦσιν, ἀλλὰ χεῖρον, ὅσῳ λύχνου μὲν ἀρθέντος οἱ μέτριοι καὶ σώφρονες οὐδὲν ἔσονται κακίους, τὸ αἰδεῖσθαι τοῦ βλέπειν ἀλλήλους μεῖζον ἔχοντες· ἀμαθίας δὲ δὴ καὶ ἀμουσίας σὺν οἴνῳ παρούσης, οὐδʼ ὁ τῆς Ἀθηνᾶς χρυσοῦς λύχνος ἐκεῖνος εὔχαριν ἂν πότον καὶ κόσμιον παράσχοι. σιωπῶντας μὲν γὰρ ἐμπίπλασθαι μετʼ ἀλλήλων κομιδῇ συῶδες καὶ ἴσως ἀδύνατον· ὁ δὲ λόγον μὲν ἀπολιπὼνἀπολείπων? ἐν συμποσίῳ, τὸ δὲ τεταγμένωςτεταγμένον mei χρῆσθαι λόγῳ καὶ ὠφελίμως οὐ προσιέμενος, πολὺ γελοιότερός ἐστι τοῦ πίνειν μὲν οἰομένου δεῖνδεῖν] ἀεὶ mei καὶ τρώγειν τοὺς δειπνοῦντας, ἄκρατον δὲ τὸν οἶνον αὐτοῖς ἐγχέοντοςR: ἐγχέοντες καὶ τοὔψον ἀνήδυντον καὶ ἀκάθαρτον παρατιθέντος. οὔτε γὰρ ποτὸν οὐδὲν οὔτʼ ἐδεστὸν οὕτως*: οὓτω ἀηδὲς καὶ βλαβερόν ἐστι μὴ θεραπευθὲν ὃν προσήκει τρόπον, ὡς λόγος ἀκαίρως καὶ ἀνοήτως ἐν συμποσίῳ περιφερόμενος. τὴν γοῦν μέθην οἱ λοιδοροῦντες φιλόσοφοι λήρησιν πάροινον ἀποκαλοῦσι· τὸ δὲ ληρεῖν οὐδέν ἐστιν ἀλλʼ ἢ λόγῳ κενῷ χρῆσθαι καὶ φλυαρώδει· λαλιᾶς δʼ ἀτάκτου καὶ φλυαρίας εἰς ἄκρατον ἐμπεσούσης, ὕβρις καὶ παροινία τέλος ἀμουσότατον καὶ ἀχαριστότατον. οὐ φαύλως οὖν καὶ παρʼ ἡμῖν ἐν τοῖς ἈγριωνίοιςHuttenus: ἀγρωνίοις τὸν Διόνυσον αἱ γυναῖκες ὡς ἀποδεδρακότα ζητοῦσιν εἶτα παύονται καὶ λέγουσιν, ὅτι πρὸς τὰς Μούσας καταπέφευγε καὶ κέκρυπται παρʼ ἐκείναις· μετʼ ὀλίγον δέ, τοῦ δείπνου τέλος ἔχοντος, αἰνίγματα καὶ γρίφους ἀλλήλοις προβάλλουσι· τοῦ μυστηρίου διδάσκοντος, ὅτι λόγῳ τε δεῖ χρῆσθαι παρὰ πότον θεωρίαν τινὰ καὶ μοῦσαν ἔχοντι, καὶ λόγου τοιούτου τῇ μέθῃ παρόντος, ἀποκρύπτεται τὸ ἄγριον καὶ μανικόν, ὑπὸ τῶν Μουσῶν εὐμενῶς κατεχόμενον. ἃ τοίνυν ἐν τοῖς Πλάτωνος γενεθλίοις πέρυσι καὶ ἀκοῦσαι καὶ εἰπεῖν συνέτυχεν ἡμῖν, πρῶτα τοῦτο περιέχει τὸ βιβλίον. ἔστι δὲ τῶν συμποσιακῶν ὄγδοον.

Περὶ ἡμερῶν ἐν αἷς γεγόνασί τινες τῶν ἐπιφανῶν· ἐν ᾧ καὶ περὶ τῆς λεγομένης ἐκ θεῶν γενέσεως.

1 / 34 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi