Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 8

5.1 αἰτίαν τις ἐζήτησε, διʼ ἣν οἱ ναύκληροι τὰς ὑδρείας ἐκ τοῦ Νείλου νυκτὸς οὐχ ἡμέρας ποιοῦνται. καί τισι μὲν ἐδόκουν τὸν ἣλιον δεδιέναι, τῷ προθερμαίνειν τὰ ὑγρὰ μᾶλλον εὔσηπτα ποιοῦντα· πᾶν γὰρ τὸ θερμανθὲν καὶ χλιανθὲν ἀεὶ πρὸς μεταβολὴν ἑτοιμότερόν ἐστι καὶ προπέπονθεν ἀνέσει τῆς ποιότητος ἡ δὲ ψυχρότης πιέζουσα συνέχειν δοκεῖ καὶ φυλάττειν ἕκαστον ἐν ᾧ πέφυκεν, οὐχ ἥκισταοὐχ ἥκιστα] ἥκιστα mei. μήκιστα? δὲ τὸ ὕδωρ· ὕδατος γὰρ ἡ ψυχρότης σχετικόν ἐστι φύσει· δηλοῦσινmalim δηλοῦσι δʼ αἱ χιόνες, τὰ κρέα δύσσηπτα τηροῦσαι πολὺν χρόνον. ἡ δὲ θερμότης τὰ τʼ ἄλλα καὶ τὸ μέλι τῆς ἰδίας ποιότητος ἐξίστησι· φθείρεται γὰρ ἑψηθέν· ἂν δʼ ὠμὸνδ’ ὠμὸν] δὲ μόνον mei διαμένῃ καὶ τοῖς ἄλλοις πρὸς τὸ μὴ φθείρεσθαι βοηθεῖ. μεγίστην δὲ τῇ αἰτίᾳ πίστιν παρεῖχε τὰ λιμναῖα τῶν ὑδάτων· χειμῶνος γὰρ οὐδὲν διαφέροντα τῶν ἄλλων ποθῆναι, τοῦ θέρους γίγνεται πονηρὰ καὶ νοσώδη διὸ χειμῶνι μὲν τῆς νυκτὸς ἀναλογεῖν δοκούσης θέρει δὲ τῆς ἡμέρας, μᾶλλον οἴονται διαμένειν ἄτρεπτον καὶ ἀπαθὲς τὸ ὕδωρ, ἂν νυκτὸς λαμβάνηται. τούτοις ἐπιεικῶς οὖσι πιθανοῖς, ἐπανέκυψε λόγος ὥσπερ ἀτέχνῳ πίστειἀτέχνῳ πίστει W: ἀτέχνως (aut ἀτεχνῶς) πίστιν ib. em. Madvigius: ναυτικὴν - ἐμπειρίαν ναυτικῇ βεβαιούμενος ἐμπειρίᾳ· νυκτὸς γὰρ ἔφασαν λαμβάνειν τὸ ὕδωρ, ἔτι τοῦ ποταμοῦ καθεστῶτος καὶ ἡσυχάζοντος, ἡμέρας δέ, πολλῶν ἀνθρώπων ὑδρευομένων καὶ πλεόντων, πολλῶν δὲ θηρίων διαφερομένων, ἀναταραττόμενον γίγνεσθαι παχὺ καὶ γεῶδες τὸ δὲ τοιοῦτον εὔσηπτον εἶναι πάντα γὰρ τὰ μεμιγμένα τῶν ἀμίκτων ἐπισφαλέστερα πρὸς σῆψίν ἐστι· ποιεῖ γὰρ ἡ μῖξις μάχην, ἡ δὲ μάχη μεταβολήν, μεταβολὴ δέ τις ἡ σῆψις. διὸ τάς τε μίξεις τῶν χρωμάτων οἱ ζωγράφοι φθορὰς,· ὀνομάζουσι καὶ τὸ βάψαι μιῆναιTurnebus: διῆναι cf. Hom. Δ 141 κέκληκεν ὁ ποιητής, ἡ δὲ κοινὴ συνήθεια τὸ ἄμικτον καὶ καθαρὸν ἄφθαρτον καὶ ἀκήρατον, μάλιστα δὲ γῆ μιχθεῖσα πρὸς ὕδωρ ἐξίστησι καὶ φθείρει τὸ πότιμον καὶ οἰκεῖον· ὅθεν εὔσηπτα μᾶλλόν ἐστι τὰ στάσιμα καὶ κοῖλα, πολλῆς· ἀναπιμπλάμενα γῆς, τὰ δὲ ῥέοντα φεύγει καὶ διακρούεται τὴν προσφερομένην· καὶ καλῶς ἩσίοδοςΗσίοδος] OD 595 ἐπῄνεσε κρήνηςκρήνης τʼ idem ἀενάου καὶ ἀπορρύτου, ἥ τʼ ἀθόλωτος. ὑγιεινὸν γὰρ τὸ ἀδιάφθορον ἀδιάφθορον δὲ τὸ ἄμικτον καὶ καθαρόν. οὐχ ἥκιστα δʼ αἱ τῆς γῆς διαφοραὶ τῷ λόγῳ μαρτυροῦσι· τὰ γὰρ ὀρεινὴν διεξιόντα γῆν καὶ λιθώδη στερρότερα τῶν ἑλείων καὶ πεδινῶν ἐστι· πολλὴν γὰρ οὐκ ἀποσπᾷ γῆν. ὁ δὲ Νεῖλος ὑπὸ μαλθακῆς χώρας περιεχόμενοςπεριερχόμενος mei, μᾶλλον δʼ ὥσπερ αἷμα σαρκὶ κεκραμένος, γλυκύτητος μὲν ἀπολαύει καὶ χυμῶν ἀναπίμπλαται δύναμιν ἐμβριθῆ καὶ τρόφιμον ἐχόντων, συμμιγὴς δὲ φέρεται καὶ θολερός· ἂν δʼ ἀναταράττηται, καὶ μᾶλλον· ἡ γὰρ κίνησις ἀναμίγνυσι τῷ ὑγρῷ τὸ γεῶδες ὅταν δʼ ἠρεμήσῃ, κάτωκάτω M: καὶ τὸ ῥέπον διὰ βάρος ἄπεισιν. ὅθεν ὑδρεύονται τῆς νυκτός, ἅμα καὶ τὸν ἥλιον προλαμβάνοντες, ὑφʼὑφʼ *: ἀφʼ οὗ τὸ λεπτότατον καὶ κουφότατον ἀεὶ τῶν ὑγρῶν αἰρόμενον διαφθείρεται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi