Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 8

Περὶ τῶν ὀψὲ παραγιγνομένων ἐπὶ τὸ δεῖπνον· ἐν ᾧ καὶ πόθεν ἀκράτισμα καὶ ἄριστον καὶ δεῖπνον ὠνομάσθη.

6.1 τῶν υἱῶν μου τοὺς νεωτέρους ἐν θεάτρῳ προσδιατρίψαντας ἀκροάμασι καὶ βράδιον ἐπὶ τὸ δεῖπνον ἐλθόντας οἱ Θέωνος υἱοὶ κωλυσιδείπνουςκωλύουσι δείπνους mei καὶ ζοφοδορπίδαςib. *: ζοφοδόρπιδας καὶ τοιαῦτα μετὰ παιδιᾶς ἔσκωπτον· οἱ δʼ ἀμυνόμενοι πάλιν ἐκείνους τρεχεδείπνους ἀπεκάλουν. καί τις εἶπε τῶν πρεσβυτέρων τρεχέδειπνον εἶναι τὸν ὑστερίζοντα τοῦ δείπνου θᾶττον γὰρ ἢ βάδην ἐπειγόμενον, ὅταν βραδύνῃ, φαίνεσθαι. καὶ Γάλβα τοῦκαὶ Γάλβα τοῦ Madvigius: καὶ γὰρ βάτου (vel βάττου) παρὰ Καίσαρι γελωτοποιοῦ χάριεν ἀπεμνημόνευσεν ἐκεῖνος γὰρ ἐπιθυμοδείπνους ἐκάλει τοὺς ὀψὲ παραγιγνομένους ἐπὶ δεῖπνον· ἀσχολουμένους γὰρ αὐτοὺς ὅμως διὰ τὸ φιλόδειπνον οὐκ ἀπολέγεσθαι τὰς κλήσεις.
6.2 ἐγὼ δʼ εἶπον, ὅτι καὶ Πολύχαρμος ἐν Ἀθήναις δημαγωγῶν καὶ τοῦ βίου διδοὺς ἀπολογισμὸν ἐν ἐκκλησίᾳ ταῦτʼ εἶπεν, ἄνδρες Ἀθηναῖοι, τἀμάτἀμά W: τἄλλα καὶ πρὸς τούτοις, οὐδέποτε κληθεὶς ἐπὶ δεῖπνον ὕστατος ἀφικόμην δημοτικὸν γὰρ εὖ μάλα δοκεῖ τὸ τοιοῦτο, καὶ τοὐναντίον οἱ ἄνθρωποι τοὺς ὀψὲ παραγιγνομένους ἀναγκαζόμενοιἀναγκάζομεν· οἵ mei περιμένειν, ὡς ἀηδεῖς καὶ ὀλιγαρχικοὺς βαρύνονται.
6.3 ὁ δὲ Σώκλαρος ὑπερδικῶν τῶν νεανίσκων ἀλλʼ οὐδὲ τὸν Πιττακόν ἔφη ζοφοδορπίδαν ὁ Ἀλκαῖοςἄλκιος iidem ὡς ὀψὲ δειπνοῦντα λέγεται προσειπεῖν, ἀλλʼ ὡς ἀδόξοις τὰ πολλὰ καὶ φαύλοις ἡδόμενον συμπόταις· τὸ μέντοι πρωίτερονπρωίτερον R: πρότερον δειπνεῖν ὄνειδος ἦν πάλαι, καὶ τὸ ἀκράτισμά φασινR: φησὶν οὕτω λέγεσθαι διὰ τὴν ἀκρασίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi