Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 8

8.3 ταῦτʼ ἐπαινέσας ὁ Σύλλας προσεῖπεcorr. vid. προσεπεῖσε περὶ τῶν Πυθαγορικῶν, ὡς μάλιστα μὲν ἐγεύοντο τῶν ἱεροθύτων ἀπαρξάμενοι τοῖς θεοῖς· ἰχθύων δὲ θύσιμος οὐδεὶς οὐδʼ ἱερεύσιμός ἐστιν. ἐγὼ δέ, παυσαμένων ἐκείνων, Αἰγυπτίοις μὲν ἔφην ὑπὲρ τῆς θαλάττης πολλοὺς μαχεῖσθαι καὶ φιλοσόφους καὶ ἰδιώτας, ἐκλογιζομένους ὅσοις ἀγαθοῖς εὐπορώτερον καὶ ἡδίω τὸν βίον ἡμῶν πεποίηκεν. ἡ δὲ τῶν Πυθαγορικῶν πρὸς τὸν ἰχθῦν ἐκεχειρία διὰ τὸ μὴ σύμφυλον ἄτοπος καὶ γελοίαγελοία *: γελοῖα vel γελοῖαι μᾶλλον δʼ ἀνήμερος ὅλως καὶ Κυκλώπειόν τι τοῖς ἄλλοις γέρας νέμουσα τῆς συγγενείας καὶ τῆς οἰκειότητος, ὀψοποιουμένοις καὶ ἀναλισκομένοιςW: ἀναλισκομένης ὑπʼ αὐτῶν. καίτοι βόλον ἰχθύων πρίασθαὶ ποτέ φασι τὸν Πυθαγόραν, εἶτʼ ἀφεῖναι κελεῦσαι τὴν σαγήνην, οὐχ ὡς ἀλλοφύλων καὶ πολεμίων ἀμελήσαντα τῶν ἰχθύων ἀλλʼ ὡς ὑπὲρ φίλων καὶ οἰκείων γεγονότων αἰχμαλώτων λύτρα καταβαλόντακαταβάλλοντα mei. διὸ τοὐναντίον ἔφην ὑπονοεῖν τῶν ἀνδρῶν ἡ ἐπιείκεια καὶ πραότης δίδωσι, μήποτʼ ἄρα μελέτης ἕνεκεν τοῦ δικαίου καὶ συνηθείας ἐφείδοντο μάλιστα τῶν ἐναλίων, ὡς τἄλλα· μὲν αἰτίαν ἁμωσγέπως παρέχοντα τοῦ κακῶς πάσχειν τἀνθρώπῳτἀνθρώπῳ *: τῷ ἀνθρώπῳ, τοὺς δʼ ἰχθῦς οὐδὲν ἀδικοῦντας ἡμᾶς, οὐδʼ εἰ πάνυ πεφύκασι δυναμένους. πάρεστι δὲ τῶν τε λόγων καὶ τῶν ἱερῶν εἰκάζειν τοῖς παλαιοῖς, ὡς οὐ μόνον ἐδωδὴν ἀλλὰ καὶ φόνον ζῴου μὴ βλάπτοντος ἔργον ἐναγὲς καὶ ἄθεσμον ἐποιοῦντο· πλήθει δʼ ἐπιχεομένῳ καθειργόμενοι, καὶ χρησμοῦ τινος, ὥς φασιν, ἐκ Δελφῶν ἐπικελευσαμένου τοῖς καρποῖς ἀρήγεινἀρήγει mei φθειρομένοις, ἤρξαντο μὲν καθιερεύειν· ἔτι δʼ ὅμως ταραττόμενοι καὶ δειμαίνοντες ἔρδειν μὲν ἐκάλουν καὶ ῥέζεινῥαϊζειν iidem, ὥς τι μέγα δρῶντες τὸ θύειν ἔμψυχον· ἄχρι δὲ νῦν παραφυλάττουσιν ἰσχυρῶς τὸ μὴ σφάττειν, πρὶν ἐπινεῦσαι κατασπενδόμενον. οὕτως εὐλαβεῖς πρὸς ἅπασαν ἀδικίαν ἦσαν. καίτοι, ἵνα τἄλλα· ἐάσωμεν, εἰ μόνον ἀλεκτορίδων ἀπείχοντο πάντες ἢ δασυπόδων, οὐκ ἂν ἦν χρόνου βραχέος ὑπὸ πλήθους οὔτε πόλιν οἰκεῖν οὔτε καρπῶν ὄνασθαι· διὸ τῆς ἀνάγκης ἐπαιγούσηςS: ἐπαγούσης, sed in E α litt. ex alia littera facta est τὸ πρῶτον, ἤδη καὶ διʼ ἡδονὴν ἔργον ἐστὶ παῦσαι τὴν σαρκοφαγίαν. τὸ δὲ τῶν θαλαττίων γένος οὔτʼοὔτε R: οὐ τὸν ἀέρα τὸν αὐτὸν οὔθʼ ὕδωρ ἀναλίσκον ἡμῖν οὐδὲοὐδὲ *: οὔτε καρποῖς προσιόν, ἀλλʼ ὥσπερ ἑτέρῳ κόσμῳ περιεχόμενον καὶ χρώμενον ὅροις ἰδίοις, οὓς ὑπερβαίνουσιν αὐτοῖς ἐπίκειται δίκη ὁ θάνατος, οὔτε μικρὰν οὔτε μεγάλην τῇ γαστρὶ πρόφασιν κατʼ αὐτῶν δίδωσιν· ἀλλὰ παντὸς ἰχθύος ἄγρα καὶ σαγηνεία λαιμαργίας καὶ φιλοψίας περιφανῶς ἔργον ἐστίν, ἐπʼ οὐδενὶ δικαίῳ ταραττούσης τὰ πελάγη καὶ καταδυομένης εἰς τὸν βυθόν. οὔτε γὰρ τρίγλαν ἔστι δήπου ληιβότειραν οὔτε σκάρον τρυγηφάγον οὔτε κεστρεῖς τινας ἢ λάβρακας σπερμολόγους προσειπεῖν, ὡς τὰ χερσαῖα κατηγοροῦντες ὀνομάζομεν ἀλλʼ οὐδʼ ὅσα γαλῇ καὶ μυίᾳ κατοικιδίῳ μικρολόγως ἐγκαλοῦμεν ἔχοι τις ἂν αἰτιάσασθαι τὸν μέγιστον ἰχθῦν. ὅθεν ἀνείργοντες ἑαυτοὺς οὐ νόμῳ μόνῳmalim μόνον τῆς πρὸς ἄνθρωπον ἀδικίας ἀλλὰ καὶ φύσει τῆς πρὸς ἅπαν τὸπρὸς ἅπαν τὸ Basileensis: πρὸς ἅπαντα μὴ βλάπτον, ἣκιστα τῶν ὄψων ἐχρῶντο τοῖς ἰχθύσιν ἢ τὸ παράπαν οὐκ ἐχρῶντο· καὶ γὰρ ἄνευ τῆς ἀδικίας ἀκρασίαν τινὰ καὶ λιχνείαν ἐμφαίνειν ἔοικεν ἡ περὶ ταῦτα πραγματεία πολυτελὴς οὖσα καὶ περίεργος. ὅθεν Ὅμηρος οὐ μόνον τοὺς Ἕλληνας ἰχθύων ἀπεχομένους πεποίηκε παρὰ τὸν Ἑλλήσποντον στρατοπεδεύοντας, ἀλλʼ οὐδʼοὐδʼ] οὐδ’ αὐτοῖς τοῖς? ἁβροβίοις Φαίαξιν οὐδὲ τοῖς ἀσώτοις μνηστῆρσιν, ἀμφοτέροις οὖσι νησιώταις, θαλάττιον παρατέθεικεν ὄψον· οἱ δʼ Ὀδυσσέως ἑταῖροι, τοσαύτην πλέοντες θάλατταν, οὐδαμοῦ καθῆκαν ἄγκιστρον οὐδὲ πόρκον οὐδὲ δίκτυον, ἀλφίτων παρόντων· ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,Hom. μ 329 μικρὸν ἔμπροσθεν ἢ ταῖς τοῦ Ἡλίου βουσὶν ἐπιχειρεῖν, ἰχθῦς ἀγρεύοντες, οὐκ ὄψον ἀλλὰ τροφὴν ἀναγκαίαν ἐποιοῦντο γναμπτοῖς ἀγκίστροισιν ἔτειρε δὲ γαστέρα λιμὸςid. μ 332 ὑπὸ τῆς αὐτῆς ἀνάγκης ἰχθύσι τε χρωμένων καὶ τὰς τοῦ Ἡλίου βοῦς κατεσθιόντων. ὅθεν οὐ παρʼ Αἰγυπτίοις μόνον οὐδὲ Σύροις, ἀλλὰ καὶ παρʼ Ἕλλησι γέγονεν ἁγνείας μέρος ἀποχὴἀποχῆ ἰχθύων, μετὰ τοῦ δικαίου καὶ τὸ περίεργον οἶμαι τῆς βρώσεως ἀποδιοπομπουμένοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi