Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 8

9.3 ταῦτα τοῦ Διογενιανοῦ διελθόντος, ὁ Φίλων αὐτός τε μέτρια διελέχθη πρὸς τὸν λόγον αὐτοῦ, κἀμὲκάμὲ *: καί με συνειπεῖν παρεκάλει τοῖς ἀρχαίοις ἰατροῖς, ὡς ἀμελείας ἢ ἀγνοίας τῶν μεγίστων ὀφλισκάνουσιν, εἴ γε μὴμὴ Turnebus: δὴ ταῦτα τὰ πάθη νεώτερα φαίνεται τῆς ἐκείνων ἡλικίας. πρῶτον οὖν ὁ Διογενιανὸς οὐκ ὀρθῶς ἀξιοῦν ἔδοξεν ἡμῖν τὰς ἐπιτάσεις καὶ ἀνέσεις μὴ ποιεῖν διαφορὰς μηδὲ τοῦ γένους ἐκβιβάζειν· οὕτω γὰρ οὔτʼ ὄξος ὀξίνου φήσομεν διαφέρειν οὔτε πικρότητα στρυφνότητος; οὔτε πυρῶν αἴραν οὔτε μίνθον ἡδυόσμων. καίτοι περιφανῶς ἐκστάσεις αὗται καὶ μεταβολαὶ ποιοτήτων εἰσίν, αἱ μὲν ἀνέσεις μαραινομένων αἱ δʼ ἐπιτάσεις σφοδρυνομένων· ἢ μηδὲ φλόγα πνεύματος λεπτοῦ μηδὲ φλογὸς αὐγὴν μηδὲ πάχνην δρόσου μηδὲ χάλαζαν ὄμβρου διαφέρειν λέγωμεν, ἀλλʼ ἐπιτάσεις εἶναι ταῦτα πάντα καὶ σφοδρότητας· ὥρα δὲ καὶ τυφλότητα μηθὲν ἀμβλυωπίας φάναι διαφέρειν μηδὲ ναυτίας χολέραν, ἀλλὰ τῷτῷ] τὸ mei μᾶλλον καὶ ἧττον παραλλάττειν. καίτοι ταῦτα πρὸς λόγον οὐθέν ἐστιν· ἂνἐστιν· ἂν] ἐστιᾶν iidem γὰρ αὐτὴν λέγωσιλέγουσι iidem δεξάμενοι τὴν ἐπίτασιν καὶ τὴν σφοδρότητα νῦν γεγονέναι, πρῶτον, ἐν ποσῷἐν τῷ πόσῳ iidem γιγνομένης τῆς καινότητοςib. Basileensis: κενότητος οὐκ ἐν ποιῷ, μένει τὸ παράδοξον ὁμοίως· ἔπειτα τοῦ Σοφοκλέους ἐπὶ τῶν, ὅτι μὴ πρότερον ἦν, ἀπιστουμένων, εἰ γέγονε νῦν, οὐ φαύλως εἰπόντος ἅπαντα τἀγένηταNauckius (p. 313): τὰ γένη τοῦ πρῶτον ἦλθʼἡλθʼ Valckenarius: ἦλθεν ἅπαξ δοκεῖδοκεῖ W: ἐδόκει καὶ λόγον ἔχειν τὸτὸ] τοῦ mei μὴ δρόμῳδρόμῳ R: δρόμου, καθάπερ ὕσπληγος μιᾶς πεσούσης, ἐκδραμεῖνἐκδρομὴν mei τὰ πάθη πρὸς τὴν γένεσιν, ἄλλων δʼ ἄλλοις ἀεὶ κατόπιν ἐπιγιγνομένωνW: ἐπιγινόμενον, ἕκαστον ἐν χρόνῳ τινὶ λαβεῖν τὴν πρώτην γένεσιν. εἰκάσαι δʼ ἄν τις ἔφην ἐγὼ τὰ μὲν ἀπʼ ἐνδείας ὅσα τε καῦμα προσπῖπτον ἢ ψῦχος ἐμποιεῖ, ταῦτα πρῶτον τοῖς σώμασι παραγενέσθαι· πλησμονὰς δὲ καὶ θρύψεις καὶ ἡδυπαθείας ὕστερον ἐπελθεῖν μετʼ ἀργίας καὶ σχολῆς διʼ ἀφθονίαν τῶν ἀναγκαίων πολὺ περίττωμα ποιούσας καὶ πονηρόν, ἐν ᾧ ποικίλα νοσημάτων εἴδη παντοδαπάς τε τούτων ἐπιπλοκὰς πρὸς ἀλλήλας καὶ μίξεις ἀεί τι νεωτερίζειν. τὸ μὲν γὰρ κατὰ φύσιν τέτακται καὶ διώρισται, τάξις γὰρ ἢ τάξεως ἔργον ἡ φύσις· ἡ δʼ ἀταξία καθάπερ ἡ Πινδαρικὴ ψάμμοςΠινδαρικὴ ψάμμος] fort. respicitur Bergk. 3 p. 719 ἀριθμὸν περιπέφευγε, καὶ τὸ παρὰ τὴν φύσιν εὐθὺς ἀόριστον καὶ ἄπειρόν ἐστιν. ἀληθεύειν μὲν γὰρ ἁπλῶς ψεύδεσθαι δʼ ἀπειραχῶς παρέχει τὰ πράγματα· καὶ ῥυθμοὶ καὶ ἁρμονίαι λόγους ἔχουσιν· ἃ δὲ πλημμελοῦσιν ἄνθρωποι περὶ λύραν καὶ ᾠδὴν καὶ ὄρχησιν, οὐκ ἄν τις περιλάβοι,. καίτοι καὶ Φρύνιχος ὁ τῶν τραγῳδιῶν ποιητὴς περὶ αὑτοῦ φησιν ὅτι σχήματα δʼ ὄρχησις τόσα μοι πόρεν, ὅσσʼ ἐνὶ πόντῳ κύματα ποιεῖται χείματι νὺξ ὀλοή.Bergk. 3 p. 561 καὶ Χρύσιππος τὰς ἐκ δέκα μόνων ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ἑκατὸν μυριάδας ὑπερβάλλειν. ἀλλὰ τοῦτο μὲν ἤλεγξεν Ἵππαρχος, ἀποδείξας ὅτι τὸ μὲν καταφατικὸν περιέχει συμπεπλεγμένων μυριάδας δέκα καὶ πρὸς ταύταις χίλια τεσσαράκοντα ἐννέα· τὸ δʼ ἀποφατικὸν αὐτοῦαὐτοῦ] αὖ R μυριάδας τριάκοντα μίαν καὶ πρὸς ταύταις ἐνακόσια πεντήκοντα δύο. Ξενοκράτης δὲ τὸν τῶν συλλαβῶν ἀριθμόν, ὃν τὰ στοιχεῖα μιγνύμενα πρὸς ἄλληλα παρέχει, μυριάδων ἀπέφηνεν εἰκοσάκις καὶ μυριάκις μυρίων. τί δὴ θαυμαστόν ἐστιν εἰ, τοσαύτας μὲν ἐν ἑαυτῷ τοῦ σώματος δυνάμεις ἔχοντοςἔχοντας mei, τοσαύτας δὲ διὰ σίτων καὶ ποτῶν ἐπεισαγομένου ποιότητας ἑκάστοτε, χρωμένου δὲ κινήσεσι καὶ μεταβολαῖς μήτε καιρὸν ἕνα μήτε τάξιν ἀεὶ μίαν ἐχούσαις, αἱ πρὸς ἀλλήλας συμπλοκαὶ τούτων ἁπάντων ἔστιν ὅτε καινὰ καὶ ἀσυνήθη νοσήματα φέρουσιν, οἷον ὁ ΘουκυδίδηςΘουκυδίδης\ 2, 50 ἱστορεῖ τὸν Ἀθήνησι λοιμὸν γενέσθαι, τεκμαιρόμενος αὐτοῦ τὸ μὴ σύντροφον μάλιστα τῷ τὰ σαρκοφάγα μὴ γεύεσθαι τῶν νεκρῶν; οἱ δὲ περὶ τὴν Ἐρυθρὰν θάλασσαν νοσήσαντες, ὡς ἈγαθαρχίδαςἈγαθαρχίδας] cf. Mueller. 3 p. 195 ἱστόρηκεν, ἄλλοις τε συμπτώμασιν ἐχρήσαντο καινοῖς καὶ ἀνιστορήτοις, καὶ δρακόντια μικρὰ τὰς κνήμας διεσθίοντα καὶ τοὺς βραχίονας ἐξέκυψεν, ἁψαμένων δʼ αὖθις ἀνεδύετο καὶ φλεγμονὰς ἀκαρτερήτους ἐνειλούμενα τοῖς μυώδεσι παρεῖχεν καὶ τοῦτο τὸ πάθος οὔτε πρότερον οἶδενmalim εἶδεν οὐδεὶς οὔτε ὕστερον ἄλλοις ἀλλʼ ἐκείνοις γεγε Turnebus: τε μόνοις γενόμενον, ὡς ἕτερα πολλά. καὶ γὰρ ἐν δυσουρίᾳ τις γενόμενος πολὺν χρόνον ἐξέδωκε κριθίνην καλάμην γόνατʼ ἔχουσαν. καὶ τὸν ἡμέτερον ξένον Ἔφηβον Ἀθήνησιν ἴσμεν ἐκβάλλοντα μετὰ πολλοῦ σπέρματος θηρίδιον δασὺ καὶ πολλοῖς ποσὶ ταχὺ βαδίζον. τὴν δὲ Τίμωνος ἐν Κιλικίᾳ τήθην ἈριστοτέληςἈριστοτέλης] Fragm. 43 ἱστόρηκε φωλεύειν τοῦ ἔτους ἑκάστου δύο μῆνας, μηδενὶ πλὴν μόνῳ τῷ ἀναπνεῖν, ὅτι ζῇ, διάδηλον οὖσαν. καὶ μὴν ἔν γε τοῖς ΜενωνείοιςReinesius: μελωνείοις cf. Aristot. Fragm. 375 σημεῖον ἡπατικοῦ πάθους ἀναγέγραπται τὸ τοὺς κατοικιδίους μῦς ἐπιμελῶς· παραφυλάττειν καὶ διώκειν· ὃ νῦν οὐδαμοῦ γιγνόμενον ὁρᾶται. διὸ μὴ θαυμάζωμεν, ἂν γένηταί τι τῶν οὐ πρότερον ὄντωνμηδ’ - ὄντων supplevit M nisi quod pro ἂν scripsi εἰ, μηδʼ εἴ τι τῶν πρότερον ὄντων ὕστερον ἐκλέλοιπεν· αἰτία γὰρ ἡ τῶν σωμάτων φύσις, ἄλλην ἄλλοτε λαμβάνουσα κρᾶσιν. τὸ μὲν οὖν ἀέρα καινὸν ἐπεισάγειν ἢ ξένον ὕδωρ, εἰ μὴ βούλεται Διογενιανός, ἐάσωμεν καίτοι τούς γε Δημοκριτείουςδημοκρίτους mei ἴσμεν καὶ λέγοντας καὶ γράφοντας, ὅτι καὶὅτι καὶ] ὅτι R κόσμων ἐκτὸς φθαρέντων καὶ σωμάτων ἀλλοφύλων ἐκ τῆς ἀπορροῆςἀπορροῆς *: ἀπορίας ἐπιρρεόντων, ἐνταῦθα πολλάκις ἀρχαὶ παρεμπίπτουσι λοιμῶν καὶ παθῶν οὐ συνήθων. ἐάσωμεν δὲ καὶ τὰς φθορὰς τὰς κατὰτὰς κατὰ W: κατὰ μέρος παρʼ ἡμῖν ὑπό τε σεισμῶν καὶ αὐχμῶν καὶ ὄμβρων, αἷς καὶ τὰ πνεύματα καὶ τὰ νάματα γηγενῆ φύσιν ἔχοντα συννοσεῖν ἀνάγκη καὶ συμμεταβάλλειν. ἀλλὰ περὶ τὰ· σιτία καὶ τὰ ὄψα καὶ τὰς ἄλλας διαίτας τοῦ σώματος ἐξαλλαγήν, ὅση γέγονεν, οὐ παραλειπτέον· πολλὰ γὰρ τῶν ἀγεύστων καὶ ἀβρώτων πρότερον ἥδιστα νῦν γέγονεν, ὥσπερ οἰνόμελι καὶ μήτρα· λέγουσι δὲ μηδʼ ἐγκέφαλον ἐσθίειν τοὺς παλαιούς· διὸ καὶ ὍμηρονὉμηρον] I 378 εἰπεῖν τίω δέ μιν ἐν καρὸς αἴσῃ, τὸν ἐγκέφαλον οὕτω*: οὕτως, διὰ τὸ ῥίπτειν καὶ ἀποβάλλειν μυσαττομένους, προσειπόντα· σικύου δὲ πέπονος καὶ μήλου Μηδικοῦ καὶ πεπέρεως πολλοὺς ἴσμεν ἔτι τῶν πρεσβυτέρων γεύσασθαι μὴ δυναμένους. ὑπό τε δὴ τούτων εἰκός ἐστι ξενοπαθεῖν τὰ σώματα καὶ παραλλάττειν ταῖς κράσεσιν ἡσυχῆ ποιότητα καὶ περίττωμα ποιούντων ἴδιον, τήν τετε *: δὲ τάξιν αὖ τῶναὖ τῶν] αὐτῶν mei ἐδεστῶν καὶ μετακόσμησιν οὐ μικρὰν ἔχειν διαφοράν. αἱ γὰρ καλούμεναι ψυχραὶ τράπεζαι πρότερον, ὀστρέων, ἐχίνωνἐχίνων Anonymus: ἔχειν, ὠμῶν λαχάνων, ὥσπερ ἐλαφρῶν ὁ Πλάτωνἐλαφρῶν ὁ Πλάτων] ἐλαφρῶν ὁπλιτῶν Turnebus. Fort. ἐλαφρῶν [ὅπλων ἡ φησιν] ὁ Πλάτων cf. de Legg. p. 625d, ἀπʼ οὐρᾶς ἐπὶ στόμα μεταχθεῖσαιμεταταχθεῖσαι Doehnerus probabiliter τὴν πρώτην ἀντὶ τῆς ἐσχάτης τάξιν ἔχουσι. μέγα δὲ καὶ τὸ τῶν καλουμένων προπωμάτων*: προπομάτων· οὐδὲ γὰρ ὕδωρ οἱ παλαιοὶ πρὶν ἐντραγεῖν ἔπινον· οἱ δὲ νῦν ἄσιτοι προμεθυσθέντες ἅπτονται τῆς τροφῆς διαβρόχῳ τῷ σώματισώματι Basileensis: πόματι καὶ ζέοντι, λεπτὰ καὶ τομὰ καὶ ὀξέα προσφέροντες ὑπέκκαυμα τῆς ὀρέξεως, εἶθʼ οὕτως ἐμφορούμενοι τῶν ἄλλων. οὐδενὸς δὲ πρὸς μεταβολὴν καὶ τὸ ποιῆσαι νοσημάτων καινῶν γένεσιν ἀσθενέστερόν ἐστιν ἡ περὶ τὰ λουτρὰ τῆς σαρκὸς πολυπάθεια καθάπερ σιδήρου πυρὶ μαλασσομένης καὶ ῥεούσης, εἶτα βαφὴν ὑπὸ ψυχροῦ καὶ στόμωσιν ἀναδεχομένης· ἔνθα μὲν εἰς Ἀχέρονταεἰς Ἀχέροντα] εἰς ἀχέρων τε vel εἰσαχέροντες mei Πυριφλεγέθων τε ῥέουσι· Hom. κ 513τοῦτο γὰρ ἄν τις εἰπεῖν μοι δοκεῖ τῶν ὀλίγον ἡμῶν ἔμπροσθεν γεγονότων, βαλανείου θύρας ἀνοιχθείσης. ἐκεῖνοι γὰρ οὕτως ἀνειμένοις ἐχρῶντο καὶ μαλακοῖς, ὥστʼ Ἀλέξανδρος μὲν ὁ βασιλεὺς ἐν τῷ λουτρῶνι πυρέττων ἐκάθευδεν αἱ δὲ Γαλατῶν γυναῖκες εἰς τὰ βαλανεῖα πόλτου χύτραςκύτρας iidem εἰσφέρουσαι μετὰ τῶν παίδων ἤσθιον ὁμοῦ λουόμεναι. νῦν δὲ λυττῶσιν ἔοικε τὰ βαλανεῖα καὶ ὑλακτοῦσι καὶ σπαράττουσιν· ὁ δʼ ἑλκόμενος ἀὴρ ἐν αὐτοῖς, ὑγροῦ μῖγμα καὶ πυρὸς γεγονώς, οὐδὲν ἐᾷ τοῦ σώματος ἡσυχίαν ἄγειν, ἀλλὰ πᾶσαν ἄτομον κλονεῖ καὶ ταράσσει καὶ μεθίστησιν ἐξ ἕδρας, ἄχρι οὗ κατασβέσωμεν αὑτοὺςαὐτοὺς *: αὐτοὺς πεπυρωμένους καὶ ζέοντας. οὐδὲν οὖν ἔφην ὦ Διογενιανέ, δεῖται ὁ λόγος αἰτιῶν ἐπεισοδίων ἔξωθεν οὐδὲ μετακοσμίων, ἀλλʼ αὐτόθεν ἡ περὶ τὴν δίαιταν μεταβολὴ τὰ μὲν συγγεννᾶν*: οὖν γεννᾶν τὰ δʼ ἀφανίζειν τῶν νοσημάτων οὐκ ἀδύνατὸς ἐστιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi