Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 8

Διὰ τί τοῖς φθινοπωρινοῖς φθινοπώροις mei ἐνυπνίοις ἥκιστα πιστεύομεν.

10.1 προβλήμασιν Ἀριστοτέλους φυσικοῖς ἐντυγχάνων Φλῶρος εἰς Θερμοπύλας κομισθεῖσιν αὐτός τε πολλῶν ἀποριῶν, ὅπερ εἰώθασι πάσχειν ἐπιεικῶς αἱ φιλόσοφοι φύσεις, ὑπεπίμπλατο καὶ τοῖς ἑταίροις μετεδίδου, μαρτυρῶν αὐτῷαὐτῷ] οὕτω Doehnerus τῷ Ἀριστοτέλει λέγοντι τὴν πολυμάθειαν πολλὰς ἀποριῶνἀποριῶν R ἀρχὰς ποιεῖν. τὰ μὲν οὖν ἄλλα μεθʼ ἡμέραν οὐκ ἄχαριν ἡμῖν ἐν τοῖς περιπάτοις διατριβὴν παρέσχε· τὸ δὲ λεγόμενον περὶ τῶν ἐνυπνίων, ὡς ἐστιν ἀβέβαια καὶ ψευδῆ μάλιστα περὶ τοὺς φυλλοχόους; μῆνας, οὐκ οἶδʼ ὅπως, ἑτέροις λόγοιςἑτέρους λόγους? πραγματευσαμένου τοῦ Φαβωρίνουφαβορίνου vel φαβουρίνου mei μετὰ τὸ δεῖπνον, ἀνέκυψε. τοῖς μὲν οὖν σοῖς ἑταίροις ἐμοῖς δʼ υἱοῖς ἐδόκει λελυκέναι τὴν ἀπορίαν ἈριστοτέληςἈριστοτέλης] Fragm. 242· καὶ οὐδὲν ᾤοντο δεῖν ζητεῖν οὐδὲ λέγειν ἀλλʼ ἢ τοὺς καρπούς, ὥσπερ ἐκεῖνος, αἰτιᾶσθαι. νέοι γὰρ ὄντες ἔτι καὶ σφριγῶντες πολὺ πνεῦμα γεννῶσιν ἐν τῷ σώματι καὶ ταραχῶδες οὐ γὰρ τὸν οἶνον εἰκός ἐστι μόνον ζεῖνζεῖν] ζῆν mei. cf. Plat. de Legg. p. 773d Phaedr. p. 251c καὶ ἀγανακτεῖν, οὐδὲ τοὔλαιον ἂν ᾗἡ vel ἢ mei νεουργὸν ἐν τοῖς λύχνοις ψόφον ἐμποιεῖν, ἀποκυματιζούσης τὸ πνεῦμα τῆς θερμότητος· ἀλλὰ καὶ τὰ σιτία τὰ πρόσφατα καὶ τὴν ὀπώραν ἅπασαν ὁρῶμεν ἐντεταμένην καὶ οἰδοῦσαν*: οἰδῶσαν, ἄχρι ἂν ἀποπνεύσῃ τὸ φυσῶδες καὶ ἄπεπτον. ὅτι δʼ ἐστὶ τῶν βρωμάτων ἔνια δυσόνειρα καὶ ταρακτικὰ τῶν καθʼ ὕπνον ὄψεων, μαρτυρίοις ἐχρῶντο τοῖς τε κυάμοις καὶ τῇ κεφαλῇ τοῦ πολύποδος, ὧν ἀπέχεσθαι κελεύουσι τοὺς δεομένους τῆς διὰ τῶν ὀνείρων μαντικῆς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi