Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 8

2.2 μετὰ δὲ τὸν Τυνδάρην ὁ Φλῶρος, ἑταῖρος ὢνὢν] ἢν mei αὐτοῦ καὶ προσποιούμενος ἀεὶ μετὰ παιδιᾶς ἐραστὴς εἶναι καὶ φάσκων, ὤνησας ἔφη τὸν λόγον οὐ σεαυτοῦ ποιησάμενος ἀλλὰ κοινόν ἐλέγξαι γὰρ ἔδωκας αὐτὸν ἀποδεικνύοντιW: ἀποδεικνύοντα μὴ θεοῖς οὖσαν ἀλλʼ ἡμῖν ἀναγκαίαν τὴν γεωμετρίαν οὐ γάρ τί που καὶ θεὸς δεῖται μαθήματος οἷον ὀργάνου στρέφοντος ἀπὸ τῶν γενητῶν καὶ περιάγοντος ἐπὶ τὰ ὄντα τὴν διάνοιαν ἐν αὐτῷ γὰρ ἔστιν ἐκεῖναἐκεῖνα Vulcobius: ἐκείνῳ καὶ σὺν αὐτῷ καὶ περὶ αὐτόν. ἀλλʼ ὅρα μή τι σοι προσῆκον ὁ Πλάτων καὶ οἰκεῖον αἰνιττόμενος λέληθεν, ἅτε δὴ τῷ Σωκράτει τὸν Λυκοῦργον ἀναμιγνὺς οὐχ ἧττον ἢ τὸν Πυθαγόραν, ὡςὡς Osannus ᾤετο ΔικαίαρχοςΔικαίαρχος] Mueller. 2 p. 243. ὁ γὰρ Λυκοῦργος οἶσθα δήπουθεν ὅτι τὴν ἀριθμητικὴν ἀναλογίαν, ὡς δημοκρατικὴν καὶ ὀχλικὴν οὖσαν, ἐξέβαλεν ἐκ τῆς Λακεδαίμονος· ἐπεισήγαγε δὲ τὴν γεωμετρικήν, ὀλιγαρχίᾳ σώφρονι καὶ βασιλείᾳ νομίμῃνομίμῳ? πρέπουσαν· ἡ μὲν γὰρ ἀριθμῷ τὸ ἴσον ἡ δὲ λόγῳ τὸ κατʼ. ἀξίαν ἀπονέμει· καὶ οὐ πάνθʼ ὁμοῦ μίγνυσιν, ἀλλʼ ἔστι χρηστῶν καὶ πονηρῶν εὔσημος ἐν αὐτῇαὐτῇ M: αὐτῷ διάκρισις, οὐ ζυγοῖς οὐδὲ κλήροις ἀρετῆς; δὲ καὶ κακίας διαφορᾷδιαφοραὶ mei τὸ οἰκεῖον ἀεὶ διαλαγχανόντων. ταύτην ὁ θεὸς ἐπάγει τὴν ἀναλογίαν τοῖς πράγμασι, δίκην καὶ νέμεσιν, ὦ φίλε Τυνδάρη, προσαγορευομένην καὶ διδάσκουσαν ἡμᾶς τὸ δίκαιον ἴσον, ἀλλὰ μὴ τὸ ἴσον δεῖν ποιεῖσθαι δίκαιον ἣν γὰρ οἱ πολλοὶ διώκουσιν ἰσότητα, πασῶν ἀδικιῶν οὖσαν μεγίστην, ὁ θεὸς ἐξαιρῶνem. Duebnerus: ἐξαίρων (ἐξαιρων Vd), ὡς ἀνυστόν ἐστι, τὸ κατʼ ἀξίαν διαφυλάττει, γεωμετρικῶς τῷ κατὰ λόγον καὶ κατὰ νόμονκαὶ τὸ κατὰ νόμον W ὁριζόμενος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi