Kitap 8
2.4
ἐπὶ τούτοις ῥηθεῖσιν ἠξίουνem. M: ἠξίου κἀμὲκἀμὲ *: καὶ ἐμὲ συμβαλέσθαι τι πρὸς τὸν λόγον αὐτοῖς. ἐγὼ δὲ τὰς μὲν εἰρημένας δόξας ὡς ἰθαγενεῖς καὶ ἰδίας αὐτῶν ἐκείνων ἐπῄνεσα καὶ τὸ εἰκὸς ἔφην ἔχειν ἱκανῶς· ὅπως δʼ εἶπον ἑαυτῶν μὴ καταφρονῆτε μηδʼ ἔξω βλέπητε παντάπασιν, ἀκούσατε τὸν μάλιστα παρὰ τοῖς καθηγηταῖς ἡμῶν εὐδοκιμοῦντα περὶ τούτου λόγον. ἔστι γὰρ ἐν τοῖς γεωμετρικωτάτοις θεωρήμασι, μᾶλλον δὲ προβλήμασι, τὸ δυεῖν εἰδῶν δοθέντων ἄλλο τοίἰονἄλλο τρίτον] ἀλλότριον mei τρίτον παραβάλλειν τῷ μὲν ἴσον τῷ δʼ ὅμοιον· ἐφʼ ᾧ καί φασιν ἐξευρεθέντι θῦσαι τὸν Πυθαγόραν. πολὺ γὰρ ἀμέλει γλαφυρώτερον τοῦτο καὶ μουσικώτερον ἐκείνου τοῦ θεωρήματος, ὃὃ] ᾧ W τὴν ὑποτείνουσαν ἀπέδειξε ταῖς περὶ τὴν ὀρθὴν ἴσον δυναμένην.εὖ λέγεις εἶπεν ὁ Διογενιανὸς ἀλλὰ τί τοῦτο πρὸς τὸν λόγον;εἴσεσθεεἴσεσθαι mei ῥᾳδίως εἶπον ἀναμνήσαντες αὑτοὺςαὐτοὺς iidem τῆς ἐν ΤιμαίῳΤιμαίῳ] p. 48e sqq. διαιρέσεως, διεῖλε τριχῇ τὰ πρῶτα, ὑφʼ ὧνὦν M: οὖ τὴν γένεσιν ὁ κόσμος ἔσχεν, ὧν τὸ μὲν θεὸν τῷ δικαιοτάτῳ τῶν ὀνομάτων τὸ δʼ ὕλην τὸ δʼ ἰδέαν καλοῦμεν. ἡ μὲν οὖν ὕλη τῶν ὑποκειμένων ἀτακτότατόν ἐστιν, ἡ δʼ ἰδέα τῶν παραδειγμάτων κάλλιστον, ὁ δὲ θεὸς τῶν αἰτίων ἄριστον. ἐβούλετʼ οὖν μηθέν, ὡς ἀνυστὸν ἦν, ὑπολιπεῖν ὁριστὸνὁριστὸν W: ὁριστὸν καὶ ἀόριστον, ἀλλὰ κοσμῆσαι λόγῳ καὶ ἀριθμῷ τὴν φύσιν· ἕν τι ποιῶν ἐκ πάντων ὁμοῦ τῶν ὑποκειμένων, οἷον ἡἡ Duebnerus ἰδέα καὶ ὅσον ἡ ὕλη γενόμενονγενομένη mei. διὸ τοῦτο πρόβλημα δοὺς αὑτῷδοὺς αὑτῷ Madvigius: δοῦσα αὐτῷ, δυεῖν ὄντων, τρίτον ἐποίησε καὶ ποιεῖ καὶ φυλάττει διὰ παντὸς τὸτὸ] del. M ἴσον τῇ ὕλῃ καὶ ὅμοιον τῇ ἰδέᾳ τὸν κόσμον· ἀεὶ γὰρ ὢν διὰ τὴν σύμφυτον ἀνάγκην τοῦ σώματος ἐν γενέσει καὶ μετατροπῇ καὶ πάθεσι παντοδαποῖς ὑπὸ τοῦ πατρὸς καὶ δημιουργοῦ βοηθεῖται τῷ λόγῳ πρὸς τὸ παράδειγμα τὴν οὐσίαν ὁρίζοντος· καὶ κάλλιον τοῦ συμμέτρου τὸ περίμετρον τῶν ὄντων.
Διὰ τί τῆς ἡμέρας ἠχωδεστέρα ἡ ᾗ Anonymus: ἢ νύξ.