Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 8

3.1 θόρυβός τις, ἑστιωμένων ἡμῶν Ἀθήνησι παρʼ Ἀμμωνίῳ, τὴν οἰκίαν περιήχησεν, ἔξωθεν ἐπιβοωμένων τὸν στρατηγόν· ἐστρατήγει δὲ τὸ τρίτον ὁ Ἀμμώνιος. ἐπεὶ δὲ πέμψας τῶν περὶ αὑτόναὑτὸν *: αὐτὸν τινας ἔπαυσε τὴν ταραχήν, καὶ παρέπεμψαν τοὺς ἀνθρώπους, ἐζητοῦμεν ἡμεῖς, διὰ τί τῶν ἔξωθεν βοώντων συνεξακούουσιν οἱ ἐντός, οἱ δʼ ἔξω τῶν ἐντὸς οὐχ ὁμοίως. καὶ ὁ Ἀμμώνιος ἔφη τοῦτο μὲν ὑπʼ ἈριστοτέλουςἈριστοτέλους] p. 903, 13b λελύσθαι· τὴν γὰρ φωνὴν τῶν ἔνδον ἔξω φερομένην εἰς ἀέρα πολὺν καὶ ἀναπεπταμένον εὐθὺς ἐξαμαυροῦσθαι καὶ διασπείρεσθαι, τὴν δʼ ἔξωθεν εἴσω κατιοῦσαν οὐδὲν τοιοῦτο πάσχειν ἀλλὰ συνέχεσθαι καὶ διαμένειν εὔσημον· ἐκεῖνο δὲ μᾶλλον λόγου δεῖσθαι, τὸ νυκτὸς ἠχωδεστέρας εἶναι τὰς φωνὰς καὶ πρὸς τῷ μεγέθει τὴν τρανότητα καθαρῶς συνδιαφυλάττειν. ἐμοὶ μὲν οὖν εἶπεν οὐ φαύλως ἡ πρόνοια δοκεῖ μεμηχανῆσθαι τῇ ἀκοῇ σαφήνειαν, ὅτε τῆς ὄψεως οὐδὲν ἢ κομιδῇ τι μικρὸν ἔργον ἐστί. σκοτεινὸς γὰρ ὢν ὁ ἀὴρ κατʼ Ἐμπεδοκλέα νυκτὸς ἐρημαίης ἀλαώπιδοςem. X: ἀγλαώπιδος cf. Mullach. 1 p. 7 vs. 252, ὅσον τῶν ὀμμάτων ἀφαιρεῖται τοῦ προαισθάνεσθαι, διὰ τῶν ὤτων ἀποδίδωσιν. ἐπεὶ δὲ δεῖ καὶ τὰ διʼ ἀνάγκης φύσει περαινόμενα τῶν αἰτίωνκαὶ τῶν δι’ ἀν. φύσει περαινομένων τὰ αἴτια Emperius ἀνευρίσκειν, καὶ τοῦτο τοῦ φυσικοῦτῆς φυσικῆς Doehnerus ἴδιόν ἐστιν, ἡ περὶ τὰς ὑλικὰς καὶ ὀργανικὰς ἀρχὰς πραγματεία· τίς ἂν ἔφη πρῶτος ὑμῶν εὐπορήσειε λόγου τὸ πιθανὸν ἔχοντος;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi