Kitap 9
Τίνι διαφέρει τὰ ἐμμελῆ διαστήματα τῶν συμφώνων.
Τίς αἰτία συμφωνήσεως ἐν ᾧ καί, διὰ τί, τῶν συμφώνων ὁμοῦ κρουομένων, τοῦ βαρυτέρου γίγνεται τὸ μέλος.
διὰ τί, τῶν ἐκλειπτικῶν περιόδων ἡλίου καὶ σελήνης ἰσαρίθμων ὄντωνὄντων] corr. vid. οὐσῶν, ἡ σελήνη φαίνεται πλεονάκις ἐκλείπουσα τοῦ ἡλίου.
Περὶ τοῦ μὴ τοὺς αὐτοὺς μένειν ἡμᾶς, ἀεὶ τῆς οὐσίας ῥεούσης.
Πότερόν ἐστι πιθανώτερον τὸ ἀρτίους εἶναι τοὺς σύμπαντας ἀστέρας ἢ περιττούς.
12.1
ὅρκοις δʼ ἄνδρας ἐξαπατητέον. καὶ ὁ Γλαυκίας ἐγὼ μέν ἔφη κατὰ Πολυκράτους ἀκήκοα τοῦ τυράννου λεγόμενον τὸν λόγον τοῦτον· εἰκὸς δὲ καὶ καθʼ ἑτέρων λέγεσθαι· σὺ δὲ πρὸς τί τοῦτʼ ἐρωτᾷς;ὅτι νὴ Δίʼ ὁ Σῶσπις ἔφη τοὺς μὲν παῖδας ἀστραγάλοις ὁρῶὁρῶν mei τοὺς δʼ Ἀκαδημαϊκοὺς λόγοις ἀρτιάζονταςλόγοις ἀρτιάζοντας W: λόγους ἀρπάζοντας· οὐδὲν γὰρ οἱ τοιοῦτοι στόμαχοιστόμαχοι] λογομάχοι Doehnerus διαφέρουσι τῶν ἐρωτώντων, πότερον ἄρτια τῇ χειρὶ συνειληφότες ἢ περιττὰ συντείνουσιν. ἐπαναστὰς οὖν ὁ Πρωτογένης καί με καλέσας ἐξ ὀνόματος τί παθόντεςεἶπε τοὺς ῥήτορας τούτους τρυφᾶν ἐῶμεν, ἑτέρων καταγελῶντας, αὐτοὺς δὲ μηδὲν ἐρωτωμένους μηδὲ συμβολὰς λόγων τιθέντας; εἰ μὴ νὴ Δία φήσουσι μηδὲν αὐτοῖς μετεῖναι τῆς ἐν οἴνῳ κοινωνίας, Δημοσθένους ἐπαινέταις καὶ ζηλωταῖς οὖσιν, ἀνδρὸς ἐν ἅπαντι τῷ βίῳ πιόντος οἶνον. οὐκ αἴτιον ἔφην ἐγώ τοῦτο τούτων, ἀλλʼ ἡμεῖς οὐδὲνοὐδὲν] malim οἳ οὐδὲν αὐτοὺς ἠρωτήκαμεν εἰ δὲ μή τι σὺ χρησιμώτερον ἔχεις, ἐγώ μοι δοκῶ προβαλεῖν αὐτοῖς ἐκ τῶν Ὁμήρου ῥητορικῶν θέσεων μίαν ἀντινομικήν.
περὶ τοῦ ἐν τῇ τρίτῃ ῥαψῳδίᾳ τῆς Ἰλιάδος ἀντινομικοῦ ζητήματος.