Kitap 9
14.3
εἶπεν οὖν ὁ ἀδελφός, ὅτι τρεῖς ᾔδεσαν οἱ παλαιοὶ Μούσας· καὶ τούτου λέγειν ἀπόδειξιν ὀψιμαθές ἐστι καὶ ἄγροικον ἐν τοσούτοις καὶ τοιούτοις ἀνδράσιν. αἰτία δʼ οὐχ ὡς ἔνιοι λέγουσι τὰ μελῳδούμενα γένη, τὸ διάτονον καὶ τὸ χρωματικὸν καὶ τὸ ἐναρμόνιον οὐδʼ οἱ τὰ διαστήματα παρέχοντες ὅροι, νήτη καὶ μέση καὶ ὑπάτη· καίτοι Δελφοί γε τὰς Μούσας οὕτως ὠνόμαζον, οὐκ ὀρθῶς ἑνὶἑνὶ Leonicus: ἐν μαθήματι, μᾶλλον δὲ μορίῳ μαθήματος ἑνὸς τοῦ μουσικοῦ , τῷ γʼ ἁρμονικῷTurnebus: τῷ γὰρ μονικῷ, προστιθέντες. ἁπάσας δʼ ὡς ἐγὼ νομίζω τὰς διὰ λόγου περαινομένας ἐπιστήμας καὶ τέχνας οἱ παλαιοὶ καταμαθόντες ἐν τρισὶ γένεσιν οὔσας, τῷ φιλοσόφῳ καὶ τῷ ῥητορικῷ καὶ τῷ μαθηματικῷ, τριῶν ἐποιοῦντο δῶρα καὶ χάριτας θεῶν ἃςἃς Basileensis: τὰς Μούσας ὠνόμαζον. ὓστερον δὲ καὶ καθʼ Ἡσίοδον ἤδη μᾶλλον ἐκκαλυπτομένων τῶν δυνάμεωνἐκκαμπτομένων τῶν δυναμένων mei, διαιροῦντες εἰς καὶ εἴδη τρεῖς πάλιν ἑκάστην ἔχουσαν ἐν αὑτῇ διαφορὰς ἑώρων ὦνὧν W ἐν μὲν τῷτῷ] τὸ τῶ (vel τῶι) mei μαθηματικῷ τὸ περὶ μουσικήν ἐστι καὶ τὸτὸ prius Basileensis: τὰ περὶ ἀριθμητικὴνἀριθμητικην] γραμματικὴν mei, nisi quod γρ in rasura scr. m. pr. Vd καὶ τὸ περὶπερὶ] πέρας mei γεωμετρίαν, ἐν τῷ φιλοσόφῳ τὸ λογικὸν καὶ τὸ ἠθικὸν καὶ τὸ φυσικόν, ἐν τῷ ῥητορικῷ τὸ ἐγκωμιαστικὸν πρῶτον γεγονέναι λέγουσι, δεύτερον τὸ συμβουλευτικόν, ἔσχατον δὲ τὸ δικανικόν. ὧν μηδὲν ἄθεον μηδʼ ἄμουσον εἶναι ἄμοιρον κρείττονος καὶ ἡγεμονίας ἀξιοῦντες, εἰκότως ἰσαρίθμους τὰς Μούσας οὐκ ἐποίησαν ἀλλʼ οὔσας ἀνεῦρον. ὥσπερ οὖν τὰ ἐννέα διαίρεσιν εἰς τρεῖς λαμβάνει τριάδας, ὧν ἑκάστη πάλιν εἰς μονάδας διαιρεῖται τοσαύτας· οὕτως ἓν μέν ἐστι καὶ κοινὸν ἡ τοῦ λόγου περὶ τὸ κύριον ὀρθότης, νενέμηνται σύντρεις εἰςεἰς Duebnerus τῶν τριῶν γενῶν ἕκαστον· εἶτα πάλιν αὖ μοναδικῶς ἑκάστη μίαν περιέπει λαχοῦσα καὶ κοσμεῖ δύναμιν. οὐ οἶμαι τοὺς ποιηματικοὺςmalim τοὺς ποιητικοὺς καὶ τοὺς ἀστρολογικοὺς ἐγκαλεῖν ἡμῖν ὡς παραλείπουσιπαραλειπούσας mei· τὰς τέχνας αὐτῶν, εἰδότας οὐδὲν ἧττον ἡμῶν ἀστρολογίαν γεωμετρίᾳ ποιητικὴν δὲ μουσικῇ συννεμομένην.