Kitap 9
ὅτι τρία μέρη τῆς ὀρχήσεως, φορὰ καὶ σχῆμα καὶ δεῖξις· καὶ τί ἕκαστον αὐτῶν, καί τίνα κοινὰ ποιητικῆς καὶ ὀρχηστικῆς.
15.1
ἐκ τούτου πυραμοῦντος ἐπῆραν τουτʼ ἐσπᾶσιπυραμοῦντες ἐπήγοντο τοῖς παισὶ W. Malim πυραμοῦντες ἐπήγοντ’ ὄντες παισὶ νικητήριον ὀρχήσεως· ἀπεδείχθη δὲ κριτὴς μετὰ Μενίσκου τοῦ παιδοτρίβου Λαμπρίας ὁ ἀδελφός· ὠρχήσατο γὰρ πιθανῶς τὴν πυρρίχην καὶ χειρονομῶνχειρονόμον mei ἐν ταῖς παλαίστραις ἐδόκει διαφέρειν τῶν παίδων. ὀρχουμένων δὲ πολλῶν προθυμότερον ἢ μουσικώτερον, δύο τοὺς εὐδοκίμους καὶ βουλομένους ἀνασῴζειν τὴν ἐμμέλειαν ἠξίουν τινὲς ὀρχεῖσθαι φορὰν παρὰ φοράν. ἐπεζήτησεν οὖν ὁ Θρασύβουλος Ἀμμωνίουmalim παρ’ Ἀμμωνίου τί βούλεται τοὔνομα τῆς φορᾶς, καὶ παρέσχε τῷ Ἀμμωνίῳ περὶ τῶν μερῶν τῆς ὀρχήσεως πλείονα διελθεῖν.