Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 9

2.2 προὔτεινεν οὖν ἙρμείαςW: ὁ Ἑρμείας ὁ γεωμέτρης Πρωτογένει τῷ γραμματικῷ πρῶτος αἰτίαν εἰπεῖν, διʼ ἣν τὸ ἄλφα προτάττεται τῶν γραμμάτων ἁπάντων ὁ δὲ τὴν ἐν ταῖς σχολαῖς λεγομένην ἀπέδωκε· τὰ μὲν γὰρ φωνήεντα τῷ δικαιοτάτῳ λόγῳ πρωτεύεινW: πρωτεύει τῶν ἀφώνων καὶ ἡμιφώνων ἐν δὲ τούτοις τῶν μὲν μακρῶν ὄντων τῶν δὲ βραχέων, τῶν δʼ ἀμφότερα καὶ διχρόνων λεγομένων, ταῦτʼ εἰκότως τῇ δυνάμει διαφέρειν. αὐτῶν δὲ τούτων πάλιν ἡγεμονικωτάτην ἔχειν τάξιν τὸ προτάττεσθαι τῶν ἄλλων δυεῖν ὑποτάττεσθαι δὲ μηδετέρῳ πεφυκός, οἷόν ἐστι τὸ ἄλφα· τουτὶ γὰρ οὔτε τοῦ ἰῶτα δεύτερον οὔτε τοῦ υ ταττόμενον ἐθέλειν ὁμολογεῖν οὐδʼ ὁμοπαθεῖν ὥστε συλλαβὴν μίαν ἐξ ἀμφοῖν γενέσθαι, ἀλλʼ ὥσπερ ἀγανακτοῦν καὶ ἀποπηδῶν ἰδίαν ἀρχὴν ζητεῖν ἀεί· ἐκείνων δʼ ὁποτέρουAnonymus: ὁπότερον βούλει προταττόμενον ἀκολουθοῦντι καὶ συμφωνοῦντι χρῆσθαι καὶ συλλαβὰς ὀνομάτων ποιεῖν, ὥσπερ τοῦ αὔριον καὶ τοῦ αὐλεῖν καὶ τοῦ Αἴαντος καὶ τοῦ αἰδεῖσθαι καὶ μυρίων ἄλλων. διὸ τοῖς τρισίν, ὥσπερ οἱ πένταθλοι, περίεστι καὶ νικᾷ, τὰ μὲν πολλὰ τῷTurnebus: ἐν τῷ φωνᾶεν εἶναι, τὰ δʼ αὖ φωνάεντα τῷ δίχρονον, ταῦτα δʼ αὐτὰ τῷ πεφυκέναι καθηγεῖσθαι δευτερεύειν δὲ μηδέποτε μηδʼ ἀκολουθεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi