Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 9

4.1 μετὰ δὲ ταῦτα τὸν μὲν Ἑρμείαν, βουλόμενὸν τι προβαλεῖν τῷ Ζωπυρίωνι, ἀπεκωλύσαμεν· ὁ δὲ ῥήτωρ Μάξιμος ἄπωθεν ἠρώτησεν αὐτὸν ἐκ τῶν Ὁμήρου, ποτέραν χεῖρα τρώσειεν τῆς Ἀφροδίτης ὁ Διομήδης. ταχὺ δὲ τοῦ Ζωπυρίωνος ἀντερομένου ποτέρῳ σκέλει χωλὸς ἦν ὁ Φίλιππος, οὐχ ὅμοιον εἶπεν ὁ Μάξιμος· ʽοὐδεμίανοὐδεμίαν] οὐδὲν mei γὰρ ὁ Δημοσθένης ἀπόλογίαν περὶ τούτου δέδωκε· σὺ δʼ ἂν ἀπορεῖν ὁμολογήσῃς, ἕτεροι δείξουσιν ὅπου τὴν τετρωμένην χεῖρα φράζει τοῖς νοῦν ἔχουσιν ὁ ποιητής. ἔδοξεν οὖν ἡμῖν ὁ Ζωπυρίων διηπορῆσθαι, καὶ τὸν Μάξιμον, ἐκείνου σιωπῶντος, ἠξιοῦμεν ἐπιδεικνύναι.
4.2 πρῶτον οὖν ὁ Μάξιμος ἔφη τῶν ἐπῶν οὕτως ἐχόντων ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸςHom. E 335ἄκρην οὔτασε χεῖρα, μετάλμενος ὀξέι δουρί, δῆλόν ἐστιν, ὅτιὅτι] οὐ mei τὴν ἀριστερὰνἀριστερὰν] om. mei πατάξαι βουλόμενος οὐκ ἐδεῖτο μεταπηδήσεωςμεταδήσεως mei, ἐπεὶ κατὰ τὴν ἀριστερὰν τὴν δεξιὰν εἶχεν ἐξ ἐναντίου προσφερόμενος· καὶ γὰρ εὔλογον ἦν τὴν ἐρρωμενεστέραν χεῖρα καὶ μᾶλλον τοῦ Αἰνείου φερομένου περιεχομένην ἐκεῖνόν τε τρῶσαι καὶ τὴν τρωθεῖσαν προέσθαι τὸ σῶμα. δεύτερονδεύτερον δέ?, εἰς τὸν οὐρανὸν αὐτῆς ἀνακομισθείσης, καὶ τὴν Ἀθηνᾶν ἀναγελάσαιἀναγελάσαι Duebnerus: ἀναγελῶσαι λέγουσαν ἦ μάλα δή τινα Κύπρις Ἀχαιιάδωνἀχαιάδων vel ἀχαϊδων mei ἀνιεῖσαHom. E 422Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε. τῶν τινα καρρέζουσα Ἀχαιιάδων βαθυκόλπωνβαθυκόλπων] εὐέπλων Homerus, πρὸς χρυσῇ περόνῃ καταμύξατοκατεμύξατο iidem χεῖρα ἀραιήν. οἶμαι δὲ καὶ σέ εἶπεν ὦ βέλτιστε διδασκάλων, ὅταν τινὰ τῶν μαθητῶν φιλοφρονούμενος καταψᾷς καὶ καταρρέζῃςem. S: καταρέξῃς, μὴ τῇ ἀριστερᾷ χειρὶ τοῦτοτοῦτον mei ποιεῖν ἀλλὰ τῇ δεξιᾷ. καθάπερ εἰκός ἐστι καὶ τὴν Ἀφροδίτην, ἐπιδεξιωτάτην θεῶν οὖσαν, οὕτω φιλοφρονεῖσθαι τὰς ἡρωίδας.

Διὰ τί Πλάτων εἰκοστὴν ἔφη τὴν Αἴαντος ψυχὴν ἐπὶ τὸν κλῆρον ἐλθεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi