Thesauros Edebiyat biography Ἐρωτικός

Ἐρωτικός

Ἐρωτικός Plutarch
22 ΑΥΤΟΒΟΥΛΟΣ. ἀφθονίας δὲ παραδειγμάτων οὔσης πρὸς γʼ ὑμᾶς τοὺς ὁμοχόρουςem. Schottus: ὁμοχώρους τοῦ θεοῦ καὶ θιασώτας, ὅμως τὸ περὶ ΚάμμανΚάμμαν X ex p. 257e: κάμμαν οὐκ ἄξιόν ἐστι τὴν Γαλατικὴν παρελθεῖν, ταύτης γὰρ ἐκπρεπεστάτης τὴν ὄψιν γενομένης, Σινάτῳ δὲ τῷ τετράρχῃ γαμηθείσης, Σινάτῳ ἐρασθεὶς δυνατώτατος Γαλατῶν ἀπέκτεινε τὸν Σινάτον*: σινάτον , ὡς οὔτε βιάσασθαι δυνάμενος οὔτε πεῖσαι τὴν ἄνθρωπον, ἐκείνου ζῶντος. ἦν δὲ τῇ Κάμμῃκαμίμη BE καταφυγὴ καὶ παραμυθία τοῦ πάθους ἱερωσύνη πατρῷος Ἀρτέμιδος· καὶ τὰ πολλὰ παρὰ τῇ θεῷ διέτριβεν, οὐδένα προσιεμένη, μνωμένων πολλῶν βασιλέων καὶ δυναστῶν αὐτήν. τοῦ μέντοι Σινόριγος; τολμήσαντος ἐντυχεῖν περὶ γάμου, τὴν πεῖραν οὐκ ἔφυγεν οὐδʼ ἐμέμψατο περὶ τῶν γεγονότων, ὡς διʼ εὔνοιαν αὐτῆς καὶ πόθον οὐκ ἄλλῃ τινὶ μοχθηρίᾳ προαχθέντος τοῦ Σινόριγος. ἧκεν οὖν πιστεύσας ἐκεῖνος καὶ ᾔτει τὸν γάμον· ἡ δʼ ἀπήντησε καὶ δεξιωσαμένη καὶ προσαγαγοῦσα τῷ βωμῷ τῆς θεᾶς ἔσπεισεν ἐκ φιάλης μελίκρατον, ὡς ἔοικε, πεφαρμακωμένονmalim πεφαρμαγμένον ut est p. 258b· εἶθʼ ὅσον ἣμισυ μέρος αὐτὴ προεκπιοῦσα παρέδωκε τῷ Γαλάτῃ τὸ λοιπόν· ὡς δʼ εἶδεν ἐκπεπωκότα, λαμπρὸν ἀνωλόλυξε καὶ φθεγξαμένη τοὔνομα τοῦ τεθνεῶτος ταύτην εἶπεν ἐγὼ τὴν ἡμέραν; ὦ φίλτατʼ ἄνερ, προσμένουσα σοῦ χωρὶς ἔζων ἀνιαρῶς· νῦν δὲ κόμισαί με χαίρων· ἠμυνάμην γὰρ ὑπὲρ σοῦ τὸν κάκιστον ἀνθρώπων, σοὶ μὲν βίου τούτῳ δὲ θανάτου κοινωνὸς ἡδέως γενομένη. ὁ μὲν οὖν Σινόριξ ἐν φορείῳ κομιζόμενος μετὰ μικρὸν ἐτελεύτησεν, ἡ δὲ Κάμμακαμίμα τὴν ἡμέραν ἐπιβιώσασα καὶ τὴν νύκτα λέγεται μάλʼ εὐθαρσῶς καὶ ἱλαρῶς ἀποθανεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi