3
ΑΥΤΟΒΟΥΛΟΣ. ἵνʼ οὖν μὴ παροξύνοντες ἀλλήλους κατὰ μικρὸν εἰς ὀργὴν προαγάγοιεν, ὥσπερ διαιτητὰς ἑλόμενοι καὶ βραβευτὰς τὸν πατέρα καὶ τοὺς σὺν αὐτῷ παρεγένοντο· καὶ τῶν ἄλλων φίλων οἷον ἐκ παρασκευῆς τῷ μὲν ὁ Δαφναῖος παρῆν τῷ δʼ ὁ Πρωτογένης ἀλλʼ οὗτος μὲν ἀνέδην ἔλεγε κακῶς τὴν Ἰσμηνοδώραν· ὁ δὲ Δαφναῖος ὦ Ἡράκλεις ἔφη τί οὐκ ἄν τις προσδοκήσειεν, εἰ καὶ Πρωτογένης ἔρωτι πολεμήσων πάρεστιν ᾧ καὶ παιδιὰX: παιδεία πᾶσα καὶ σπουδὴ περὶ Ἔρωτα καὶ διʼ Ἔρωτοςκαὶ δι’ Ἐρωτα conieci in Symb., λήθη μὲνμὲν] δὲ BE λόγων λήθη δὲ πάτρας,Nauck. p. 632 οὐχ ὡς τῷ Λαΐῳ πέντε μόνον ἡμερῶνfort. ἡμερῶν ὁδὸν ἀπέχοντι τῆς πατρίδος; βραδὺς γὰρ ὁ ἐκείνουTurnebus: ἐκείνων καὶ χερσαῖος Ἔρως, ὁ δὲ σὸς ἐκ Κιλικίας Ἀθήναζε λαιψηρὰ κυκλώσας πτερὰcf. p. 507a διαπόντιος πέτεταιπέτεται Athenaeus p. 165a: πέταται , τοὺς καλοὺς ἐφορῶν καὶ συμπλανώμενος. ἀμέλει γὰρ ἐξ ἀρχῆς ἐγεγόνει τοιαύτη τις αἰτία τῷ Πρωτογένει τῆς ἀποδημίας.